# timotheus_defluviis_ggm2 335.3

Timotheus, timotheus_defluviis_ggm2, 335.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/335.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/335.3

270. Ὅτι Εὐρώπη ἡ χώρα ἐξ Εὐρώπης λέγεται καθὰ καὶ ὁ Λυκόφρων φησίν· ἀφ' ἧς ὁ Σαρπηδών, ὡς ἱστορεῖ Εὐριπίδης ἐν Ῥήσω. Ἀγήνορος δὲ οὗτος θυγάτηρ, ἣν Ταῦρος ὁ τῆς Κρήτης βασιλεὺς ἐλήπιστο, ναυμαχία τὴν Τύρον ἐλὼν. Σημειωσαὶ δὲ ὅτι ἄλλος ἐστὶν οὗτος παρὰ τὸν Αὐλίου Σαρπηδόνα. Σαρπηδῶν μὲν γὰρ οὗτος ὁ τῆς ἠβείσης Εὐρώπης ἀδελφός ἐστι Μίνως καὶ Αἴακος κατὰ τὸν Ἀρριανόν, ὁ δὲ ἐκ Λυχίας Σαρπηδὼν ὁ Ὀμηρικὸς οὐκ ἂν αἱ τούτοις σύγχρονος. Ἱππίας δὲ ἀπὸ Ἀσίας καὶ Εὐρώπης τῶν Ἠλεανιδῶν τὰς ἡπειροὺς καλεῖ. Τισὶ δὲ οὐκ ἀρέσκει ἐκ γυναικῶν ταῖς ἡπείροις τὰ ὀνόματα καθίστα. Ἡρόδοτος δὲ φησι τὰ τρία τῆς γῆς τμήματα ἐπωνυμίαις ἔχειν γυναικῶν, λέγων ὅτι Λιβύη μὲν ἀπὸ Λιβύης λέγεται γυναικὸς αὐτόχθονος, ἡ δὲ Ἀσία ἀπὸ τῆς Προμαθέως μητρὸς ἐπωνυμάζεται, Λυδοὶ δὲ οὐχ οὕτως, ἀλλὰ ἀπὸ Ἀσίευ τοῦ Ἄτυος καλεῖσθαι φασιν αὐτήν, ἀφ' οὗ καὶ ἐν Σάρδεσι φυλὴ τις καλεῖται Ἀσιάς. Ἡ δὲ Εὐρώπη δοκεῖ ἀπὸ τῆς Τυρίας Εὐρώπης λαβεῖν τὸ ὄνομα. Ὅτι δὲ βούλονται τινες τὴν Εὐρώπην καὶ ἀπὸ τινὸς Εὐρώπου ἀνδρὸς ὀνομάσθαι προεῖρηται. Διὸ καὶ βαρύνεται· βαρείαν γὰρ ἔχει τάσιν καὶ ὁ Εὐρωπος τὸ κύριον, πρὸς ἀντιδιαστολὴν τοῦ εὐρωποῦ, ὅπερ δηλοῖ τὸν πλατύν ἢ σχοτεινόν, ἐξ οὗ καὶ σπήλαιον παρὰ τῷ Ὀππιανῷ εὐρωπόν. Δεῖ δὲ εἰδέναι καὶ ὅτι τὴν Εὐρώπην οἱ παλαιοὶ φασὶ διαφέρειν τῆς Ἀσίας οὐ μόνον ἀνδρῶν ἀρετῇ καὶ πλούτῳ καὶ καρποῖς, ἀλλὰ καὶ σπάνει θηρίων. Πολυσμηνουστάτη δὲ ἡπειρὸς ἡ Εὐρώπη, ἀπλουστάτη δὲ τούναντίον ἡ Λιβύη, ἡ δὲ Ἀσία μέσην ἁμφοῖν ἔχει διάθεσιν. Κάκεινο δὲ

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
