# timotheus_defluviis_ggm2 346.1

Timotheus, timotheus_defluviis_ggm2, 346.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/346.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/346.1

αὐτοῖς γενέσθαι φησὶν ἀπὸ βασιλέως αὐτῶν Δολόγχου, ᾧ παῖδες πολλοὶ ἐκ πολλῶν γυναικῶν ἐγένοντο. Ἡρόδotos δὲ ἱστορεῖ καὶ ὑπὸ τῷ Κροίσῳ Θρᾷκας εἶναι τινας, λέγων ὅτι Κροῖσος κατεστρέψατο Χάλυβας, Παρλαγόνδας, Θρᾷκας Θυνοὺς καὶ Βιθύνους, καὶ τὰ ἕξης. Καὶ Ξενοφῶν δὲ οἶδεν Ἀσιανὴν τινὰ Θρᾷκην ἀρχαμένην ἀπὸ τοῦ στόματος τοῦ Πόντου μέχρι Ἡρακλείας, ἐπὶ δεξιὰ εἰσπλέοντι. Ἱστορία δέ τις ἱερὰ καὶ περὶ τὰ τῆς Λιβύης που νότια ὑπὲρ Ἀλεξάνδρειαν Θρᾷκην τινὰ ὁρεῖνιν φησιν, ἐν ᾧ καὶ ἀσκητὴν ἱστορεῖ γενέσθαι περίπυστον. Λέγεται δὲ ὅτι οἱ Εὐρωπαῖοι Θρῆκας στίζονται, κρίνοντες εὐγενεῖς μὲν τὸ ἐστίχθαι, ἀγεννεῖς δὲ τὸ ἀστικτον· καὶ καλὸν μὲν τὸ ἀργεῖν, ἀτιμότατον δὲ τὸ ἐργάζεσθαι τὴν γῆν· κάλλιστον δὲ τὸ ληστεύειν καὶ ἀπὸ πολέμου ζῆν. Ὅτι δὲ τὸ Θρῆξ περισπᾶται καὶ ὅτι ὡς συναιρελὲν ἔχει τὴν τοῦ τόνου περιχλασιν, προδηλοῦσάντων ἔστι. Ἀδηλοὶ δὲ τὴν τῆς λέξεως συναίρεσιν τὸ τε Θρήϊκες καὶ τὸ Θρηϊκίων στόμα καὶ ὅσα τοιαῦτα· ὥστε συναιρεῖσθαι τὸ Θρῆξ ἀπὸ τοῦ Θραῖξ βαρυτόνου ὀνόματος.

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
