# timotheus_defluviis_ggm2 349.2

Timotheus, timotheus_defluviis_ggm2, 349.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/349.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/349.2

Ὅτι ἐπὶ Τυρρηνοῖς εἰσὶ Πελασγοί, οἱ διὰ πενίαν σποράδες μετοικοῦντες ἤλθόν ποτε καὶ ἐκεῖ, μακρὰν ἀπὸ τῆς κατὰ Ἀρκαδίαν Κυλλήνης, καὶ ὤψαν Εὐδάνδρου τινὸς ἠγισαμένου τῆς ἀποικίας αὐτοῖς, ὃς ἐπὶ ἄρχοντος Ἀρκαδίας Ἀγαμμέδης Στυμφαλίου θεοφόρητον μητρὶ φασὶ πεισθεὶς καὶ λαὸν ἀγείρας καὶ ἰδὼν ἐκεῖ κατέπαυσε, τῷ Πανὶ ναὸν ἱδρύσας καὶ λόφον ὀχυρωσάμενος, ὃν Παλλάντιον ὤνόμασεν ἀπὸ τοῦ υἱοῦ Παλλάντος, τοῦ καὶ ἐπ' ἀκροῦ τοῦ λόφου θάψαντος αὐτὸν θανόντα, καὶ τὸν Ἡρακλέα ξενίσαντος ἀπὸ τῶν τοῦ Γηρυώνος ἐπανιόντα βοῶν· ὅθεν καὶ νῦν οἱ Ἀργινοὶ τοὺς βασιλεῖ πρέποντας τόπους οὕτω καλοῦσι παλάττια, καθ' ἀφαίρεσιν ἀμπεδάλων τοῦ τε καὶ τοῦ ν.

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
