# timotheus_defluviis_ggm2 350.2

Timotheus, timotheus_defluviis_ggm2, 350.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/350.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/350.2

κάντειδεν ἐπίφανεῖς γενομένους. Λέγονται δὲ τινες τῶν Πελασγῶν καὶ θαλασσοκρατήσαι γενναίως ἕτη πεν- 350 Ὅτι μετὰ Τυρρηνοὺς καὶ Πελασγοὺς τὸ τῶν ἀγαθῶν Λατίνων μέρερον ἔθνος, ἢ ἐστι φροντιστικόν, συντετὸν, μεριμνητικόν, ἢ τοῦ πολλά μεριμερίζειν, ἢ τοῦ φροντίζειν, τοῖς ὑπεναντίοις αἴτιον, δι' ἣν ἔχει ἀνδρίαν. Ἰστέον δὲ ὅτι τὸ Λατίνων ἔθνος περιφραστικῶς εἴρηται, ἀντὶ τοῦ οἱ Λατίνοι· διὸ καὶ ἐπάγει κατὰ σχῆμα καινοπρεπὲς πληθυντικὴν σύνταξιν λέγων· γαῖαν ναυτάοντας ἐπήρατον, δι' ἧς μέσης Θύμβρις ποταμός, ὁ καὶ Τίβερις, ἐλισσόμενος καθαρὸν δόον εἰς ἄλα βάλλει· ἐφ' οὗ ἐπαναλαβὼν συνήθως καὶ εἶπεν· Θύμβρις ποταμῶν βασιλεύτατος ἄλλων, ὡς διὰ τῆς βασιλίδος ῥέων Ῥώμης, Θύμβρις δ' ἑμερτὴν ἀποτέμνεται ἀντίχα Ῥώμην· διὰ μέσης γὰρ τῆς Ῥώμης ῥεῖ ὁ Θύμβρις, ὡς καὶ ὁ Κύδνος διὰ τῆς Ταρσοῦ, καὶ διὰ Βαβυλῶνος ὁ Εὐφράτης· ἐπισυνάπτει καὶ ἑτέραν ἐπαναληψὴν τὴν τῆς Ῥώμης, ἐπιμένων καὶ ἀναχαιτίζομενος διὰ τοὺς Ῥωμαίους τῷ ἐπαναληπτικῷ σχήματι, καὶ μετὰ τὸ ἑμερτὴν Ῥώμην φησί, Ῥώμην τιμιώτασαν, ἐμῶν μέγαν οἶκον ἀνάκτων, μητέρα πασῶν πόλεων, ἀγαλὸν ἢ ἀφνειὸν ἑδολον, ἤτοι ἑδαφος. Ἀνάκτων δὲ εἰπὼν ἑδειξε, φασίν, ἐναργῶς ὅτι οὐχ ἐπὶ τῶν ὑπάτων αὐτὸς ἦν, ἀλλ' ἐπὶ τῶν αὐτοκρατόρων ἤκμαζε, Νέρωνος ἢ καὶ Αὐγούστου κατὰ τινας· ὡς μεμνησθαι λέγεται καὶ ἐν τῷ· « Asonii regis docuit mitescere cuspis. » Τοὺς γὰρ ὑπάτους οὐχ ἑκάλουν ἀνακτας. Καὶ σημειώσαι ὅτι κατὰ τὸν Διονύσιον ἰδίως Λατίνοι οἱ μετὰ τοὺς Τυρρηνοὺς καὶ τοὺς Πελασγοὺς ἐλέγοντο, ἐν οἷς καὶ οἱ περὶ τὴν Ῥώμην. Ὅτι δὲ ἡ Ῥώμῃ τῆς Λατίνης χώρας ἐστίν, καὶ ὅτι Λατίνοι ὁμώνυμοί εἰσιν οἱ Λατίνοι, ὃς Ὀδυσσέως καὶ Κίρκης λέγεται, καὶ ὅτι ὁ Τίβερις Ἄλδουλάς ποτὲ καλούμενος οὕτως μετεκλήθη, ὡς βασιλέως Τιβερίου ἐν αὐτῷ θανόντος, ἄλλαι τε ἱστορίαι βωοῦσι καὶ ἡ τοῦ Δίωνος. Τιβέριον δὲ ἐνταῦθα ἡ ἱστορία φησίν οὐ τὸν μετὰ τὸν Αὐγούστον, ἀλλ' ἑτερον ἀρχαιότερον, ὃς, φασίν, ἐν μάχῃ τελευτήσας καὶ ὑπὸ τοῦ ρεύματος κατενεχθεὶς ἐπώνυμον ἑαυτῷ τὸν ποταμὸν ἀφήκε. Σημειῶσαι δὲ ὅτι παρὰ τῷ Θεοκρίτῳ φαίνεται ἐν τινὶ ἀμφιβαλλομένῃ γραφῇ καὶ Σικελικὸς τις εἶναι Θύμβρις ποταμός.

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
