# timotheus_defluviis_ggm2 359.1

Timotheus, timotheus_defluviis_ggm2, 359.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/359.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/359.1

λοι δὲ εἰπόντες καὶ αὐτοὺς Ἐνετοὺς Παφλαγονικοὺς ἐκ τοῦ Τρωικοῦ πολέμου σωθῆναι αὐτῷ μετὰ τοῦ Ἀντήνορος τοῦ Τρωικοῦ, φασὶν ὅτι μαρτύριον τούτου ἡ περὶ τὴν ἱπποτροφίαν σπουδή, ἣν εἶχον καὶ οἱ Παφλαγόν· ἡνιχοῖ Ἐνετοὶ καθ' Ὀμηρον· ὄνομα γὰρ ἡ Ἐνετικὴ πωλεία εἶχεν ἐν Ἑλλάσιν. Ἐθῦστο δὲ παρ' αὐτῶν λευκὸς ἵππος τῷ Διομήδει. Ὁμοιοπαδεῖ δὲ, φασί, τῷ ὠκεανῷ ἡ κατ' αὐτοὺς θάλασσα, ἀμπώτης ὁμοίως ἐκείνου ποιοῦσα καὶ πλημμυρίδας, ὅφ' ὧν τὸ πεδίον 10 λιμνοθαλάσσης μεστὸν γινόμενον, κατὰ τὴν παλαιὰν ἱστορίαν, διώρυγι καὶ παραχῶμασιν ὡς τὰ τῆς Αἰγύπτου διοχετεύεται. Κάκεινο δέ ἐστιν, ὅτι τινες πᾶσαν τὴν μετὰ τοὺς Καλαβροὺς Ἀπουλίαν ἐκάλεσαν καὶ τὸ ἔθνος Ἀπούλους· καὶ ὅτι Καλαβρία οὐ διὰ τῆς αὐ 15 διρθόγου ἀλλὰ διὰ τοῦ β γράφουσιν οἱ ἀκριβεῖς. Σημειῶσαι δὲ καὶ ὅτι, ὅποτερ Θράκιος ἀνεμὸς λέγεται ὁ διὰ τῆς Θράκης πνέων, καὶ Λαορὸς ὁ διὰ τῆς Λαορῖδος, οὕτω καὶ Ἰάπυξ ὁ διὰ τῆς γῆς τῶν Ἰαπύγων.

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
