# timotheus_defluviis_ggm2 369.2

Timotheus, timotheus_defluviis_ggm2, 369.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/369.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/369.2

431. Ὅτι ἐς νότον Δωδῶνης, ὑπὸ σκοπιὰν Ἀρακύνθου (Αἰτωλικὸν δὲ ὄρος ὁ Ἀράκυνθος) τὸ τῶν Αἰτωλῶν ἐστὶ πεδίον μέγα, δι’ οὗ μέσου ὅλκον ἀγῶν Ἀχελώσιος ἀργυρόδινος σύρεται ἐπὶ τὸν τῆς Θρινάκας πόντον, ἐλισσόμενος διὰ μέσων τῶν Ἑρινάδων, τῶν μία καὶ ἡ Ὀμηρικὴ Τάφος. Ταύτας δέ, φασίν, οὐκ ἔστιν ἄρτι εὑρεῖν· ὁ γὰρ Ἀχελώιος πολλὴν ἰλὺν ἐρευγόμενος προσέχευσεν αὐτάς. Ἡρόδοτος δὲ οὐ πάσας ἀφανισθῆναι φησίν, ἀλλὰ τινὰς· λέγει γὰρ ὅτι Ἀχελῶος δέων δι’ Ἀχαρνανίας καὶ ἐξιὼν εἰς θάλασσαν τῶν Ἑρινάδων νήσων τὰς ἡμίσεας ἤπειρον πεποίηκε. Ταύταις δὲ δημοροὶ καὶ αἱ τῶν Κεφαλληνίων πόλεις. Ἱστέον δὲ ὅτι Αἰτωλοὶ μὲν τὸ ἔθνος ἀπὸ Αἰτωλοῦ υἱοῦ Ἐνδυμίωνος, νῆσοι δὲ Ἑρινάδες ἢ ἀπὸ τινὸς Ἑγίονος ἢ διότι πολλοὶ ἐκεῖ ἐγίνοι· ὁποῖον δὲ γένους ἐγίνοι, ζητητέον ἐν ἄλλοις, εἴτε οἱ τῇ χέρσῳ φιληδύντες, εἴτε καὶ οἱ θαλάσσιοι. Καὶ ἄλλως δὲ Ἑρινάδες διὰ τὸ τραχὺ τοῦ τόπου καὶ ὡς ἀκανθώδεις κατὰ τοὺς ἐγίνους. Τοὺς δὲ Κεφαλλήνας καὶ τὴν Κεφαλληνίαν ἐν δυοὶ λλ ἡ παλαιὰ χρῆσις ἅπασα ἔχει. Ἡ δὲ κλῆσις ἀπὸ τινὸς Κεφάλου, ὡς ἐν τοῖς εἰς τὴν Ὀδυσσείαν γέγραπται. Ἱστέον δὲ ὅτι τὸ Ἀχελῶος προσγεγραμμένον ἔχει τὸ ι, τῷ τύπῳ τῶν διὰ τοῦ ως προπερισπωμένων κτητικῶν, τοῦ πατρῴου, Μινῴος καὶ τῶν λοιπῶν· καὶ ἔστιν οἷον κτητικόν. Διὰ τοῦτο καὶ ὁ Διονύσιος ἐκφωνῆσας τὸ πεντασυλλαβῶς λέγει αὐτὸν Ἀχελῶιον. Θρινάκας δὲ πόντον τὸν Σικελικὸν λέγει. Διὰ τί δὲ Θρινάκας ἡ Σικελία λέγεται, ῥηθήσεται ἐν τοῖς ἐξῆς. Σημειῶσαι δὲ ὅτι ὁ Γεωγράφος τὸν Ἀχελῶον οὐκ εἰς τὸν τῆς Σι-

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
