# timotheus_defluviis_ggm2 370.9

Timotheus, timotheus_defluviis_ggm2, 370.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/370.9
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/370.9

εὐεργετεῖν εἰδὼς τοὺς ὁποιοῦν γῆς, εἶτα δὴ κέτι πρὸς ψυχὸν ἐγυμνάζετο, ἀλλ’ ἐθάλρθη πρὸς τρυφὴν ἀποκλίνας, κατακαῖει ὁ λόγος τὸν ἥρωα, τὴν ἐκ τῆς περιβολῆς θάλψιν εἰς πυρὰν αὐτῷ ὑπανάψας. Ἄλλος δέ τις λόγος Λιβυκὴν τι χωρίον πάμφορον, ἐ ἰοῦχος βοὸς κέρατι κατὰ τὸ σχῆμα, ἐκτίθεται, καὶ εἰς κτήμα γυναικὶ τινι Ἀμαλθείᾳ δίδωσι, ὅπερ διὰ τὸ καρποῦ παντὸς εἰς πολλαπλασίον δοτικὸν εἶναι ὁ μῦθος εἰς βοείαν κέρας μεταλαβὼν τὰ θρυλούμενα περὶ αὐτοῦ διαδίδωσιν. Εἰ δέ τι παραπλήσιον ἀγαθὸν τοῦ τοιούτου κέρατος καὶ ὁ Ἡρακλῆς, ὅτε εἰς Λιβύην ἀπεδήμησε, λέγοιτο ἂν οὕτω μετεῖναι τῷ Ἡρακλεῖ τοῦ τοιούτου τῆς Ἀμαλθείας κέρατος. Καὶ ταῦτα μὲν ἐς τοσοῦτον ἱκανῶς, ἥκιστά τε κατὰ τὸν Ἀχελῶον ἐπὶ τὰ τοιαῦτα σὸν παρασύρναντος ρέυματος. Ἱστέον δὲ ὅτι ὥσπερ Ἄσπολι πολλοί, ἐστὶ δὲ καὶ Κηφισσοί, οὕτω καὶ Ἀχελῶοι, ὧν εἰς καὶ ὁ ἐν Πελοποννήσῳ κατὰ τὴν Ἀχαϊκὴν Δύμην.

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
