# timotheus_defluviis_ggm2 371.2

Timotheus, timotheus_defluviis_ggm2, 371.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/371.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/371.2

437. Ὅτι ἀνατολικωτέρα τοῦ Ἀχελῶου ἡ ἀπὸ Φώκου καλουμένη χώρα Φωκίς, ἐλκομένη πρὸς βορρᾶν κατὰ τὸ στόμα τῶν Θερμοπυλῶν, Παρνασῷ νιφέντος ὑπὸ πτυχή, ἤγουν ὑποκειμένη τῷ Παρνασσῷ. Ταύτης οἱ οἰκήτορες Φωκεῖς λέγονται δυσύλλάβως· Φωκαεῖς μέντοι τρισύλλάβως οἱ τῆς Φώκως, Ἰωνικῆς πόλεως, ἥτις καὶ Φώκαια λέγεται, ὡς Νίκη, Νίχαια. Τοῦτον τῶν Θερμοπυλῶν πλησίον ὁ Σπερχειὸς ποταμὸς ἐκδιδωσιν. Ὁ δὲ Διονύσιος λέγει καὶ ὅτι διὰ μέσης τῆς Φωκίδος ταύτης Κηφισσὸς μέγα χεῖμα κατερχόμενον κελαρύζει, ὡς τοῦ Κηφισσοῦ Φωκικοῦ ὄντος ποταμοῦ. Σκόπησον δὲ εἰ τὸ κελαρύζειν κυρίως κεῖται ἐπὶ μεγάλου ποταμοῦ χεύματος. Ἐπεὶ δὲ ὁ Γεωγράφος καταριθμεῖται Κηφισσούς. Θερμοπύλαι δὲ λέγονται συνθέντες ἀπὸ τε θερμῶν ὑδάτων ἐκεῖ ἀναβαλλομένων καὶ διὰ τὸ εἰς στενότητα πυλῶν ὥσπερ συγκελεισθαι τὸν τόπον. Ὁποῖοι τι καὶ περὶ τῶν Κασπιῶν πυλῶν λέγεται, ὡς καὶ κλείδας τῆς Ἀσιατίδος γῆς καλέσει ὁ Διονύσιος, ὡς ταύτων ἂν ἐπὶ τοιαύτης στενοχωρίας κλείδας ἢ πύλας εἰπεῖν. Φησὶν δὲ καὶ Ἡρόδοτος ὅτι ἐν τῇ εἰσόδῳ τῶν Θερμοπυλῶν θερμὰ λουτρὰ, ἃ καὶ Χύτρους καλοῦσιν οἱ ἐπιχώριοι· καὶ τεῖχος κατὰ τὰς εἰσβολάς, ὁ Φωκεῖς ποτὲ ἐδemiαν· τὸ δὲ παλαιὸν καὶ πύλαι ἐπῆσαν. Λέγει δὲ καὶ ὅτι ὑπὸ μὲν τῶν πλεόνων Ἑλλήνων Θερμοπύλαι ὁ τόπος ἐλέγετο, ὑπὸ δὲ τῶν ἐπιχώριων Πύλαι.

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
