# timotheus_defluviis_ggm2 373.2

Timotheus, timotheus_defluviis_ggm2, 373.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/373.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/373.2

452. Ὅτι δὲ καὶ αὐτοῖς Φοίνικες ἀπώχηνσαν, δηλοῖ καὶ ὁ Γεωγράφος λέγων· «ἀποικία γέγονε Φοινίκων ἐξω Ἰβηρίας, τῆς τε ἀλλης καὶ [τῆς] ἐξω στηλῶν.» Ἀρριανὸς δὲ καὶ τὴν Ταρτησὶν Φοινίκων κτίσμα φησίν. Ἀλιανὸς δὲ ἐν τοῖς Περί προνοίας φησίν, ὅτι ἐν Γαδείροις βωμὸς Ἐναυτῷ ἱδρυται καὶ Μηνὶ ἄλλος εἰς τιμὴν χρόνου μακροτέρου τε καὶ βραχυτέρου. Ἔστι δὲ καὶ Ἥρως, φησίν, ἱερὸν τοῖς ἐκεῖ, τιμῶσι τὴν ἡλικίαν τὴν μαθοῦσαν πολλά· καὶ Θανάτου ἄλλο, εἰγέρας τῇ κοινῇ ἀναπαύλῃ, ἥγου τῷ τελευταίῳ ὀρωμῷ· καὶ βωμοὺς δὲ, φησί, παρὰ τοῖς ἐκεῖ Πενθὶς καὶ Τέγνης, τὸς μὲν ξιλεουμένους, τῆς δὲ παραλαμβάνουσιν εἰς ἄχος ἐκείνης. Ἀνδρείοι δὲ περὶ ναυτιλίας οἱ Γαδειρῖται· διὸ καὶ ἄρχατη οὕσα ἡ νῆσος ὅμως ὀνομαστοτάτη ἐγένετο. Ὅτι δὲ πολλοὶ τόποι ἀπὸ φυτῶν ἐσχον τὰς κλήσεις, ὡς καὶ ἡ ῥηθεῖσα αὕτη Κοτινοῦσα, δήλον· οὕτω γὰρ καὶ ἡ Ἑρεσούσα λέγεται διὰ τὰς ἐν αὐτῇ ἐρεϊκας, καὶ ἡ Μίλητος Πτυούσα ποτε διὰ τὰς πίτους ἐκλήθη· καὶ ἐν Ἀθήναις δὲ πολλοὶ τόποι ἐνταῦθεν ἐκλήθησαν, ὡς ἡ Ῥαμνοὺς ἀπὸ τῶν ἐκεῖ ῥάμνων, καὶ ἀπὸ τῶν μυρρίνων οἱ Μυρρινούσιοι· καὶ ἡ Ποντικὴ δὲ Κερασοὺς ἀπὸ τῶν φυτῶν τῶν κεράσων κέκληται.

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
