# timotheus_defluviis_ggm2 396.1

Timotheus, timotheus_defluviis_ggm2, 396.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/396.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/396.1

λεως οἰκισμῷ, ἡ γυνὴ τῆς τε πόλεως ἐγκρατὴς ἐγένετο, καὶ τὸ ἑαυτῆς ὄνομα τῇ πόλει ἐπέθετο. » Τὸ δὲ στόμα τῆς Μαωτίδος Κιμμεριχὸς λέγεται Βόσπορος, περὶ οὗ προεγράφη, ἔνθα τὸ τοῦ πορθμοῦ στενότατον στάδι- 5 α κ'. Πολεμισταὶ δὲ εἰσιν οἱ περὶ τὴν Μαωτίν, καὶ γεωργοί, καὶ μετὰ γε τὸ Σκυθῶν ἔθνος πάντων ἀλκιμώτατοι· καὶ ἀπ' αὐτῶν ἡ κλῆσις ἐστι τῇ Μαωτίδι, καθά τινες λέγουσι. Φασὶ δὲ καὶ πάντας τοὺς ἐφεξῆς αὐτοὺς Σκύθας πάλαι ποτὲ σιτοφάγους εἶναι καὶ ἀροτή- 10 ρας, μεταβαλόντας δὲ γενέσθαι νομάδας, ἀλλοκότους τε καὶ ἀπόλιδας, διὰ τὴν ἐν τοῖς μετὰ ταῦτα βηθησομένην αἰτίαν.

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
