# timotheus_defluviis_ggm2 401.3

Timotheus, timotheus_defluviis_ggm2, 401.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/401.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/401.3

591. Ὅτι ἡ Ταπροβάνη ποτὲ Σαλικὴ ὀνομασθεῖσα νῆσός ἐστι πελαγία, οὐχ ἑλάττων τῆς Βρεττανικῆς, κατὰ τὴν ἱστορίαν, τετραπλεύρος, θηροβόμος, πεπληθυσία εὐρίων ἐλεφάντων, ὡς φησὶν Ἀλέξανδρος ὁ καὶ Λύχνος ἐπιλεγόμενος· ταύτην τὴν νῆσον ὁ Διονύσιος μητέρα φησὶν ἐλεφάντων Ἀσιγηνένων. Λέγει δὲ αὐτὴν καὶ Κωλιάδα· νῆσον μεγάλην, ἢ ἐστιν Ἀφροδίτης, ὁποία καὶ ἡ Κύπρος, διὰ τὸ καὶ τοὺς ἐν τῇ Ταπροβάνῃ ἀνθρώπους γυναικεῖον κόσμον φαιδρύνεσθαι, ἀλλως τε τὰ εἰς Ἀφροδίτην θρυπτομένους, ἐπὶ δὲ καὶ ἐμπλεκόμενους τὰς τρίχας. Ἱστορεῖ δὲ καὶ τὸν καρκίνον τὸ θερινὸν ζῷδιον ὑπὲρ αὐτῆς διεισεῖναι τῆς νήσου, οὐρανίας δεῖρῶμενον στροφαδέσιν, ὡς τοῦ ἐκεῖ κλίματος ὑπὸ τὸν καρκίνον κεῖσθαι. Πτολεμαῖος μέντοι τὸν κριὸν τὸ ζῷδιον ὑπὲρ αὐτῆς εἰσεῖναι φησὶ. Σημειῶσαι δὲ ὅτι κατὰ λόγον δριμύτητος, ἤτοι γλυκύτητος, στροφαδὰς οὕτω νῦν εἶπε τὰς τοῦ ἀστέρος τοῦ καρκίνου κατ’ οὐρανὸν στροφᾶς καὶ κινήσεις. Ἡ δὲ κοινὴ χρήσις ὄνομα νήσων ἔχει τὰς Στροφαδὰς περὶ τὸ Σικελικὸν κειμένων πέλαγος. Κωλιάς δὲ ἡ Ἀφροδίτη ἢ ἀπὸ τόπου Ἀττικοῦ, ὅπου τὰ Περσικὰ συνέπεσον ναυάγια, περὶ ὧν χρησμὸς τοιούτος ἐξέπεσε· «Κωλιάδες δὲ γυναῖκες ἐρεμῶσι φρίξουσιν. Ὁ δὲ τοιούτος Ἀττικὸς τόπος ὁμοίως ἐστι, φασίν, ἀνθρώπου καλῶς δηλαδὴ τῷ κατὰ τοὺς πόδας, ἐκκειμένου εἰς θάλασσαν, ἔχων Ἀφροδίτης ἱερὸν, Κωλιάδας καλουμένας ἐκ τῆς τοῦ τόπου ὁμοιότητος. Ἕτεροι δὲ Κωλιάδα φασὶ κληθηναι

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
