# timotheus_defluviis_ggm2 409.2

Timotheus, timotheus_defluviis_ggm2, 409.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/409.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/409.2

669. Ὅτι δὲ ἡ τῶν πλανητῶν τούτων νομάδιων χώρα δυσχείμερος ἐστὶν ὁμολογήται. Διόπερ οὐδὲ ὄνους τρέφει· δύσεργον γὰρ τὸ ζῷον. Ῥήγνυνται δὲ κατὰ τὴν ἱστορίαν καὶ χαλκαὶ ὑδρίαι χειμῶνός ἐκεῖ, καὶ διπλοὶ τινὲς ἀμαζεύονται, καὶ τὰ καύματα δὲ σφοδρὴ θέρος ἐκεῖ φασί τινες γίνεσθαι. Ὁ μέντοι Διονύσιος δοκεῖ μὴ οὕτω δοκάζειν, ἀλλὰ διηνεκῶς τὴν χώραν ἐκείνην ψύχεσθαι. Φησὶ γάρ· « αἰεὶ σφί ψυχρὴ τε χιὼν κρυμὸς τε δυσσάς. » Οὕτω δὲ καὶ Ἡρόδοτος δυσχείμερον εἰπὼν τὴν Σκυθικὴν ἐπάγει, « ὅτι τοὺς μὲν ὀκτὼ μῆνας ἐκεῖ ἀρρήτους οἷος γίνεται χρυμός, ἕτε ὕδωρ μὲν ἐκχέας πηλὸν οὐ ποιήσεις, πῦρ δὲ ἀνακαίων ποιήσεις πηλόν· ἡ δὲ θάλασσα πήγνυται καὶ ὁ Βόσπορος ὁ Κιμμέριος. Τοὺς δὲ λοιπούς, φησί, τέσσαρας μῆνας ψύχες αὐτοῖς ἐστι. » Τάχα οὖν ἡ μὲν ἐνδοτέρα Σκυθικὴ ἡ πρὸς βορέαν τοιαύτη ἐστίν, οἷαν φησιν ὁ Ἡρόδοτος, ἡ δὲ λοιπὴ πάσχει ὡς εἴκως καὶ καύματα. Σκυθῶν δὲ ἡ τοιαύτη πᾶσα γῆ, περὶ ὧν ἱστορεῖ Ἀρριανός, ὅτι « σιτοφάγοι ποτὲ καὶ ἀρωτήρες ὄντες καὶ οἰκίας οἰκοῦντες καὶ πόλεις ἔχοντες, ἐπειδὴ ὑπὸ Θρακῶν ἐπλήγησαν, μετέβαλον τὰ πρότερον ἤθη, καὶ ἀρὰς ἐπηράσαντο μεγάλας, μήποτε οἰκίαν ἐτι δεῖσασθαι, μήτε δρόμῳ γῆν ἀναρρήξαι, μήτε πόλεις δομησάσθαι, μήτε κτῆμα χειμῶνι ἐπιτινθᾶσθαι, ἀλλ’ οἴκους μὲν ποιήσασθαι ἀμάξας, τροφὴν δὲ κρέα θηρεία, πόμα δὲ ταῦτό καὶ τροφὴν τὸ γάλα, ὁρέμ-

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
