# timotheus_defluviis_ggm2 410.9

Timotheus, timotheus_defluviis_ggm2, 410.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/410.9
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/410.9

10 μέχρι τῆς Θρακικῆς χερρονήσου ἐλάσαι ποτέ, κατα- | hos Sec 687. "Ὅτι μετὰ τοὺς Ἀχαιοὺς οἱ προρρηθέντες Ἡνίοχοι καὶ οἱ Ζύγιοι, ἔθνος ἀγριώτατον, ὡς ἡ ἱστορία φησίν, Πελασγῶν ἐχῶνοι. Ἱστορεῖ δὲ Χάραξ τοὺς Ἀργοναύτας οὐ μίᾳ νηΐ, κατὰ τὸν πολὺν περὶ τῆς Ἀργὸς λόγον, ἀλλὰ πολλοῖς πλοίοις εἰσπλεῦσαι τὸν Εὐξείνον· καὶ τινὰς αὐτῶν ἀποπλανηθῆναι, καὶ ἐν μιᾷ τῶν νησῶν εἶναι τοὺς τῶν Τυνδαριδῶν ἡνίοχους, ἥτοι τοὺς τῶν Διοσκούρων, ἀφ' ὧν κληθῆναι τὰ ἔθνη τοὺς Ἡνίοχους, καὶ τοὺς Τυνδαρίδας, καὶ μὴν καὶ τὴν Διοσκουριδα χώραν, τὸν τοῦ Εὐξεινοῦ μυχὸν, ἤγουν τὸν ἔσχατον πρὸς τῇ Κολχικῇ Τραπεζοῦντι πλοῦν. Ὅθεν καὶ ἡ παροιμία « ἐς Φάσιν, ἔνθα ναυσὶν ἔσχατος δρόμος », τοῦτέστιν εἰς αὐτὴν τὴν Κολχίδα γὰρ, ἀπὸ μέρους, ἔνθα τὸ ἔσχατον τοῖς ἐκεῖ πλέουσι· ἐπεὶ τοῦτο ἄλλως πολλὰ στάδια, φασί, καὶ πολὺς πλοῦς ἐκ τοῦ Φασίδος εἰς τὸν μυχὸν τοῦ Εὐξεινοῦ καὶ εἰς τὴν Διοσκουριῶδα, ἥ συνεχὴς ἐστὶν ἡ Τραπεζοὺς, κτίσμα Σινωπῶν, μέγα ἐμπορίων, περὶ ἣν ἡ Τραπεζουσία χώρα. Καὶ ἡ Τυνδαριδῶν δὲ χώρα πρὸς αὐτῷ ἐστὶ τῷ τοῦ Πόντου μυχῷ, ἥτοι τοῦ Εὐξεινοῦ. Περὶ δὲ καὶ διὰ τί Τυνδαρίδιαι λέγονται, ἀνωτέρω εἴρηται.

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
