# timotheus_defluviis_ggm2 419.2

Timotheus, timotheus_defluviis_ggm2, 419.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/419.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/419.2

783. Ὅτι Σήρες ἔθνὸς βάρβαρον Σκυθικόν, ἐξ ὧν τὰ Σηρικὰ δράματα λέγονται. Οὗτοι βόας μὲν, φασίν, ἀναίνοινται καὶ ἵρια μῆλα, αἰόλα δὲ ξαίνοντες ἐρήμη ἄνθεα γῆς εἴματα τεύγουσι πολυδαίδαλα τιμήμενα, εἰκότα κατὰ χροῖαν λειμώνιδος ἄνθεσι πόας· οὕτως λεπτά, ὥστε οὐκ ἂν ἐκείνοις ἐρίσειεν ἔργον ἀραχνῶν. Φασὶ δὲ καὶ τὴν βύσσον ἀπὸ βοτάνης συνάγεσθαι. Σημειῶσαι δὲ οὖν ὅτι εἰ ἄνθρωποι οἱ Σῆρες ποιοῦσι τὴν ὑφή· διὸ οὐδὲ τοὺς λειμῶνας ἔστι καταδόξασθαι. Ὅτι δὲ ἀπροσαγγεῖς ἀνθρώποις εἰσι καὶ ἀνομίλητοι οἱ Σῆρες, δῆλον ἐκείθεν· τῶν πολυλωμένων τὴν τιμὴν σαρκίοις ἐπιγράψαντες ὑποχωροῦσιν· ἔπειτὰ ἐλθόντες οἱ ἔμποροι καὶ θέντες τὴν τιμὴν ἀναχωροῦσιν, ἐφ’ οὗς ἐρχονται οἱ Σῆρες, καὶ εἰ μὲν ἀρέσκονται, λαμβάνουσι τὴν τιμήν, εἰ δὲ μή (γε), τὰ ἴδια. Φασὶ δὲ μακροβιώτατους εἶναι τοὺς Σήρας, παρατείνοντας πέρα καὶ διακοσίων ἐτῶν. Σημειῶσαι δὲ ὅτι ὁμοία τῇ ἱστορίᾳ τῶν Σηρῶν γίνεται καὶ ἡ τῶν Ἱππαλέων στυλίδων. Ἐμπόροι γὰρ ἔχει ἀπὸ Καρχηδόνος ἐρχόμενοι καὶ τὴν φορτίαν ἐξιόντες, ὡς φησὶν Ἡρόδοτος, ὑποτύπουσι καπνόν· καὶ αὐτοὶ μὲν ἀνάγονται τοῦ αἰγιαλοῦ, οἱ δὲ ἐπιχώριοι ἐγγίσαντες· σκέπτονται τὸν φόρτον καὶ τίθενται χρυσόν καὶ ἀναχωροῦσι. Οἱ δὲ Καρχηδόνιοι ἐκβάντες τῶν νηῶν λογίζονται τὴν ἀξίαν, καὶ καταλαβόντες ἀπροσπάθητοι, καὶ ἐξιόντες τὸ συναλλάσσον ἀπαλλάσσονται. Δικαίως οὖν συναλλάσσειν αἱ ἱστορίαι καὶ τούτους καὶ τοὺς Σήρας παραδίδωσιν.

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
