# timotheus_defluviis_ggm2 423.2

Timotheus, timotheus_defluviis_ggm2, 423.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/423.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/423.2

Στέφαν δὲ ὅτι παρὰ τῷ Διονυσίῳ Συρία μὲν λέγεται ἡ περὶ τὸν Λίβανον καὶ τὸ Κάσιον ὄρος καὶ τὰ ἐκεῖθεν ἀνώτερα ἕως τῶν περὶ Σινώπην, Ἀσσυρία δὲ διὰ τοῦτα αὐτὴ λοιπὴν ἢ περὶ Σινώπην γῆ, ὡς καὶ ἐν τοῖς ἐξῆς φανήσεται. Ἡρόδοτος δὲ οὐδε μὲν καὶ αὐτὸς Συρίαν τὴν παρὰ τῷ Διονυσίῳ, λέγει δὲ καὶ Ἀράβων τιπερὶ θαλάσσαν Συρίους νέμεσθαι. Ἱστορεῖ δὲ καὶ Παλαιστίνους τινὰς Σύρους, καὶ Συρίαν Παλαιστίνην καὶ ἔθνι δὲ τινα παρακείμενα τῷ Εὐξεινῷ οὕτως ὀνομάζει, λέγων ὅτι Σύριοι οἱ περὶ Θερμύδοντα ποταμόν καὶ Πάρδενιον, καὶ Μάχρωνες οἱ τοῦτοις ἀστυχειτούνες. Ὁ Γεωγράφος δὲ Ἀσσυρίους μὲν οὐδε ποτὲ περὶ τὴν Βαβυλωνίαν καὶ τὴν χύκλην, ἔνθα καὶ Νῖνος πόλις καὶ Νισίς, ὅπου καὶ ἡ πρὸς ἀνατολὰς τῆς Μεσοποταμίας λεγομένη Ἀδιαβηνὴ χώρα, οὕτω καλουμένην διὰ τὸ δυσδιάβατον τὴν ἐχεῖσε ὑδάτων· Σύρους δὲ ἰδίως δίχα τοῦ α τοὺς περὶ Κιλικίαν καὶ Αἴγυπτον καὶ Φοινίκην καὶ τοὺς περὶ Εὐξεινον, ὧν μέρος οἴδαμεν καὶ τοὺς Σινωπεῖς. Διετέμνη γὰρ, φησί, τὸ τῶν Σύρων ὄνομα τὸ παλαιὸν ἀπὸ Βαβυλωνίας μέχρι τοῦ Ἰστικοῦ κόλπου, χαμαὶθεν ἕως τοῦ Εὐξεινοῦ. Ογοῦν Καππαδόκας ἀμφότεροι, οἱ τὰ πρὸς τῷ Ταύρῳ καὶ οἱ πρὸς τῷ Πόντῳ, Λευκόσποροι, φησί, λέγονται, ὡτινὸν καὶ ἐπισημαινόντων τὴν χρόαν. Καὶ Ἡρόδοτος δὲ οὕτω βούλεται, λέγων, οἱ Σύριοι ὑπὸ Περσῶν καλούνται Καππαδόκαι, καὶ πάλιν Καππαδόκαι, ὅἡμεῖς Σύριους καλοῦμεν. Ἀρριανὸς δὲ τοὺς περὶ Μεσοποταμίαν Ἀσσυρίους λέγει, ἐν οἷς φησι τοὺς περὶ Εὐφράτην ποταμὸν Ἀσσυρίους, ἕστε ἐπὶ Νίνον καὶ Βαβυλῶνα, καθ’ ὧν Ἀμαζόνες ἐστρατεύσαν, Εὐρυπίδη ἠγουμένης αὐτῶν. Καὶ τοὺς Καππαδόκας δὲ οὐποτὲ ἱστορεῖ λέγεσθαι, ἐν οἷς φησι Καππαδόκα παιδεύΝινού, ἔφ’ ὧν Ἀσσύριοι μεταβαλόντες τὸ ὄνομα Καππαδόκαι ὠνομάσθησαν. Ὀππιανὸς δὲ καὶ τοὺς περὶ Τύριν Ἀσσυρίους καλεῖ, οὓς καὶ πολυγύναικα ἱστορεῖ.

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
