# timotheus_defluviis_ggm2 434.1

Timotheus, timotheus_defluviis_ggm2, 434.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/434.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/434.1

828. Ὅτι δὲ αἱ Ἀμαζόνες πολλοὺς ἐν Ἀσίᾳ κατέσχον τόπους ποτέ, δηλοῦσι καὶ χρήσαι τινες Ἀμαζόνων ὀνόμμοι, καὶ μὴν καὶ πόλεις, ὧν ἡ Ἔφεσος αὕτη, ἡ Ἄναια, ἡ Μύρινα, ἡ Αἰολικὴ Κύμα. Ἔστι δὲ καὶ Ἑλαία τόπος πρὸς τῇ Νικομηδείᾳ κατὰ τὴν Ἀρριανὸν ἀπὸ Ἑλαίας Ἀμαζόνος. Καὶ πρὸς τῷ Πόντῳ δὲ Θίβα, τόπος διὰ τοῦ ἔχων τὴν παραλήγουσαν, ἀπὸ μιᾶς τῶν ὑφ’ Ἡρακλέους ἀνειρεθεισῶν Ἀμαζόνων σχοῦσα τὴν κλῆσιν, ὧν αἱ διάφοροι, τοῦτέστιν αἱ ὑπερἔχουσαι καὶ ἐξιολογήτεραι, κατὰ τὴν τοῦ Ἀρριανοῦ ἱστορίαν, εἰσὶν αὗται πρὸς ὄνομα, Τραλλὰ, Ἰσοκράτεια, Θίβα, Πάλλα καὶ ἄλλαι. Καὶ ἡ Σμύρνα δὲ Ἀμαζίων οὖσα καὶ αὐτὴ κατασχὼν τὴν Ἔφεσον λέγεται, ἀφ’ ἧς καὶ Σμύρνα τόπος Ἔφεσιν. Καὶ αὐτὴν δὲ τὴν Ἔφεσον Σμύρναν κληθῆναι ποτε λέγουσι. Φασὶ δὲ τὴν τῆς Ἔφεσον πολιν ἐν καλῷ τόπῳ οἰκισθεῖσαν τὴν ἀρχὴν καὶ χειμῶνι κατακλυσθεῖσαν ὑπὸ Λυσιμάχου μετατεθῆναι ἔνθα νῦν ἐστι, καὶ Ἀρσινόνην κληθῆναι ἀπὸ Ἀρσινόης τῆς ἐκείνου γυναικός. Φέρεται δὲ καὶ Δωρίδας καλὸν ἐπίγραμμα εἰς τὸν τοιούτων κατακλυσμὸν, ἐν ᾧ καὶ δαιδοτάτην τῶν Ἰάδων πόλεων τὴν Ἔφεσον ἐκεῖνος λέγει· ἀρχὴ δὲ τοῦ ἐπιγράμματος αὕτη·

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
