# timotheus_defluviis_ggm2 438.1

Timotheus, timotheus_defluviis_ggm2, 438.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/438.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/438.1

Παμφυλίων τόποι. Ἀλλαχοῦ δὲ φησι· «Κώρυκος αἰγιαλὸς περὶ Λυκίαν. Ἔπει Φασήλις λίμνη καὶ πόλις ἀξιόλογος ὄχουσα τρεῖς λιμένας. Ταύτης ὑπέρκειται τὰ Σάλυμα» καὶ Τερμησσὸς πόλις Πισιδιῶν ἐπικειμένη τοῖς στενοῖς τοῖς παρὶ τὴν Φασηλίδα θάλασσαν, ὅπερ Ἀλέξανδρος ἀνοίξας διήγαγε τὰ στρατιώτα. Ἐνθα καὶ Κλίμας ὄρος, φησίν, ἐπικείμενον τῷ Παμφυλίῳ πελάγει. Ἐνταῦθα νηνεμίας μὲν γυμνοῦται τοῖς παραδεούσιν ὁ αἰγιαλός, πλημμυρόντος δὲ τοῦ πελάγους ὑπὸ τῶν κυμμάτων ἀκαλύπτεται τὸ πολύ. Μέσον δὲ Φασηλίδος καὶ Ἀτταλείας Θόβη πόλις καὶ Λυρνησσός, δημόνυμοι ταῖς Τρωιχαῖς. » Τὴν δὲ Ἀτταλεῖαν δημόνυμον ὁ Γεωγράφος εἶναι λέγει τῇ κτίσαντι, ὃς καὶ Κύρωκον πολίχνιον ᾠκίσεν. Ἐν ἄλλοις δὲ φησιν ὁ αὐτός, ὅτι Κώρυκος ἄκρα Κιλικίας, μετὰ τὴν ἄκραν τὸ Ἀνεμούριον, ὕπερ ἥς ἀντέρων τὸ Κορύκιον, ἐν ᾧ ἀρίστη κρόκος φύεται. Ἰστέον δὲ ὅτι ἡ παροιμία ἢ λεγούσα « τοῦ δ' ἄφ' ὁ Κωρυκαῖος ἡχρόαζε », οὐκ ἀπὸ ταύτης τῆς Κωρύκου εἴρηται, ἀλλ' ἀπὸ νησίου τινὸς καὶ λιμένος ὄντος πλησίου τῆς Τέως (νήσου) καὶ τῶν Ἐρυθρῶν, ἔνθα ληστῆρίων ἦν τῶν ἐταὶ Γηγαίων ὀστακουστούμενων περιέργως τὰ κατὰ τοὺς ἐμπόρους καὶ οὕτως ἐπιβουλευόντων αὐτοῖς. Ὅθεν καὶ ἡ παροιμία ἐπὶ τῶν περιεργαζομένων καὶ μανθανόντων τὰ ἀπόρρητα.

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
