# timotheus_defluviis_ggm2 439.3

Timotheus, timotheus_defluviis_ggm2, 439.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/439.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/439.3

859. Ὅτι πόλεις Πισιδέων καὶ ἡ Λύρβη καὶ ἡ Τερμησσὸς ὑπερκειμένη τῆς Κιβύρης, μεγίστης διοικήσεως· ἔνθα θδιόν φησιν ὁ Γεωγράφος τὸν σίδηρον ραδίως τομεύεσθαι. Ταύτην τινὲς διὰ τοῦ λ γράφουσι Τελμησσόν, καὶ λέγουσιν ὅτι Τελμησσὸς ἡ πόλις πλεονασμοῦν ἐπαθεν ἐπενθεμένου τοῦ λ· ἐκλήθη γὰρ ἀπὸ Τερμησοῦ τοῦ Ἀπόλλωνος, ὡς φησιν Ἡρωδιανὸς ἐν τῷ Περὶ παθῶν. Σημειῶσαι δὲ ὅτι κρείττων ἡ διὰ τοῦ ρ προεκτεθείσα γραφή. Φέρεται γὰρ ἐν τοῖς Ἐθνικοῖς, τὴν μὲν διὰ τοῦ λ Τελμησσὸν πόλιν εἶναι τῆς Καρίας ἢ Λυκίας, τὴν δὲ Τερμησσὸν τῆς Πισιδίας. Λέγει δὲ καὶ ὁ Γεωγράφος· « Τελμησσὸς πολίχνη Λυκίων, καὶ Τελμησσὸς ἄκρα. Εἶτα ὁ Ἀντίκραγος. » Αὕτη δὲ ἡ Τερμησσὸς καὶ μειζὼν λέγεται, πρὸς ἀντιδιαστολὴν ἑτέρας ἀποίκου αὐτῆς, καλουμένης μικρᾶς Τερμησοῦ.

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
