# timotheus_defluviis_ggm2 441.1

Timotheus, timotheus_defluviis_ggm2, 441.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/441.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/441.1

πολλῶν ἀνδρῶν ἐλλογίμων, καὶ ἄλλα πολλὰ σγεῖν ἀγαθὰ. Ὁ δὲ Διονύσιος ἐπαναλήψει καὶ ἐνταῦθα διὰ τὸ τοῦ τόπου ἐνδοξὸν χρησάμενος λέγει καὶ αἰτίαν δι’ ἣν ἡ τῶν Κιλίκων αὕτη πόλις οὕτω καλεῖται, δτι δηλωτοῦ ὁμώνυμός ἐστι τῷ τῷ Πηγάσῳ ταρσῷ, ἔχει καταρ- 5 ρυέντος ἀνωθεν καὶ τὸν ἀναβάτην Βελλεροφόντην συγκατενεγκόντος, μελαγχολήσαντα πρὸς τῷ γάρᾳ, ὡς καὶ Ἀριστοτέλης ἱστορεῖ, καὶ πλανώμενον ἔχει περὶ τὸ Ἀλῆιον πεδίον. Ὅτε γὰρ ἐς Διὸς ὁ Βελλεροφόντης 10 ἀρπικεῖτο, ἐποχοῦμενος τῷ πτερῷ τῷ Πηγάσῳ, τότε καὶ ὁ Πήγασος κάτω ἠνέχθη χολῷ Διὸς, καὶ ὁ ἵππεὺς συγκατηνέχθη· καὶ ὁ ἵππος αὐτοῦ ἐνταῦθα τὸν τοῦ ποδὸς ταρσὸν ἐπαφεῖς, ἔχει γὰρ ὠχλατε, τῷ τόπῳ 15 ἔδωκε τὸ ὄνομα. Ἄλλοι μέντοι τὸ ὄνομα τῆς πόλεως ὑπόμνημα τῆς τοῦ Βελλεροφόντος χολείας εἶναι φασιν, ὡς τὸν τοῦ ποδὸς ταρσὸν ἔχει καταπεσόν, ὅτε τοῦ Πηγάσου κατέπεσεν. Οἱ δὲ Ταρσὸν κληθῆναι φασιν 20 τὴν πόλιν, διὰ τὸ μετὰ τὸν κατακλυσμὸν ἢ μετὰ τὴν πρώτην τῶν ὕδάτων σύστασιν, προχωροῦντων τῶν ῥευμάτων εἰς τὴν θάλασσαν, τὰ ἔχει ἀναξηρανθῆναι πρῶτον Ταυρικὰ ὄρη· διὸ καὶ τὴν πόλιν Ταρσίαν τότε κληθῆναι, ὡς ἀπὸ τοῦ τέρσω τοῦ ξηραίνω, ὕστερον δὲ 25 Ταρσόν. Ἐρατοσθένης δὲ φησι τὴν κλῆσιν τῇ πόλει εἶναι ἀπὸ Διὸς Τερσίου τοῦς ἔχει καλοῦντων. Οἱ δὲ φασὶ Τερσὸν ταπρώτα διὰ τοῦ ε στοιχεῖον ὀνομασθῆναι τὴν πόλιν, διὰ τὸ τοὺς ἔχει πρώτους συναγαγόντας καρπὸν χλωρὸν τερσῆναι, ὁ ἔστι ἑρπικαί, καὶ εἰς 30 χειμῶνος ἀποθεῖσαι τροφήν. Ἔχει δὲ ποὺ φασιν εἶναι καὶ τὸ Ἀλῆιον πεδίον, οὗ καὶ Ὅμηρος μέμνηται, ἐν ᾧ μετὰ τὴν κατάπτωσιν, ὡς ἐρρέθη, ἐπλανᾶτο Βελλαροφόντης, τοῦ τε Πηγάσου καταπεσόν καὶ τῶν φρενῶν ἵππεως, ὅθεν καὶ μονώτην ἐλατο βίον, ἀνθρώπων 35 ἀπάνευθε περὶ τὸ πεδίον ἀλῶμενος, ἤγουν πλανώμενος, ὅπερ ἐκ τῆς τοιαύτης αὐτοῦ ἄλης, ὁ ἔστι πλάνης, ἐτυμολογήθη, ὡς καὶ Ὅμηρος φαίνεται δοκεῖν, ἐκκλῆν Ἀλῆιον ἢ ἀπὸ τινος πόλεως καλουμένης Ἄλης, ὡς τινες λέγουσιν, ἢ παρὰ τὸ στερεῖσθαι ληΐων. 40 Ἔστι δέ, φασί, τὸ πεδίον τοῦτο μεταξὺ Κύδνου ποταμοῦ καὶ Πινάρου. Τὸν δὲ μνημονευθέντα Πινάρον πλωτὸν τέ φασιν εἶναι ἐκ μέσου πεδίου ἀνόντα καὶ οὕτω βιαίως τοῦ βυθοῦ ἐξαναστέλλειν, ὥστε τῷ καθέντι ἀφέντων εἰς τὸ τῆς γῆς βάθος ἀντιπράττειν τὸ ὕδωρ, 45 καὶ μόλις τὸ καθήμενον βαπτίζεσθαι. Διττὴ δὲ ἡ γραφὴ τοῦ Ταρσοῦ, διὰ τε τοῦ ε, ὡς προεῤῥέθη, ἀπὸ τοῦ τέρσω καὶ διὰ τοῦ α ἀπὸ τοῦ ἑταρσον δευτέρου ἀορίστου. Λέγεται δὲ ταρσὸς καὶ ἐπὶ πτέρυγος ὄρνέων,

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
