# timotheus_defluviis_ggm2 453.3

Timotheus, timotheus_defluviis_ggm2, 453.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/453.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/453.3

932. Ὅτι πολλὰ καταγέλει τῆς εὐδαίμονος Ἀραβίας ἐγκώμιον, ἐνδιατρίδων αὐτῇ, καὶ τοὺς τε Ἄραβας ἀδριδίους καλεῖ, ὡς καὶ πρὸ ὀλίγου ὀλβίστους, καὶ αὐτὴν μεγίστην λέγει, καὶ ἀγλαὰ φησι καὶ πολυῦδα φύλα νέμεσθαι αὐτήν. Ἄλλο δέ, φησί, μέγα θαῦμα ἔχονον ἔλαχεν. Ποῖον ἐκεῖνο; ἀεὶ ὑπὸ ὕσος λαρὸν δέδωκεν ἡ σμύρνης ἡ εὐώδους καλάμου ἡ θεσπεσίου παινομένου λιβάνου ἡ κασίας ἡ θύου, ὅπερ ἐστί, φασίν, εἶδος δένδρου εὐώδους. Καὶ μὴν ἄλλως θύον γενικῶς ἅπαν ἄρωμα λέγεται. Διὸ καὶ αὐτὸς φράσας ἐφη, κηδέσσα θύος ὑπο, τούτ’ ἐστι τοῖς ἀποτελοῦσιν εὐωδίαν θυμάμασιν. Ἵστέον δὲ ὅτι δ τοῦ λιβάνου δένδρου καρπὸς λιβανωτὸς λέγεται παρὰ τοῖς παλαιοῖς, καὶ ὅτι οὕτω πολὺς αὐτοῦ λιβανωτός, ὥστε ἡλία τάλαντα λιβανωτοὺ οἱ Ἄραβοι ἤγον τῷ βασιλεῖ ἔχοντες· οὐ γὰρ κατέχουσαν τοὺς Πέρσας, ὡς φησιν Ἡρόδοτος, ἐπὶ δουλοσύνη, ἀλλὰ ξένοι ἐγένοντο. Λέγει δὲ δ αὐτὸς καὶ ἐν μόνῃ τῇ Ἀραβίᾳ φύεσθαι λιβανωτὸν καὶ σμύρνην καὶ κασίαν καὶ κιννάμωμον καὶ λήδανον, ὅπερ, φησίν, Ἄραβίος καλοῦσι λήδανον.

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
