# timotheus_defluviis_ggm2 455.2

Timotheus, timotheus_defluviis_ggm2, 455.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/455.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/455.2

961. Ὅτι Ἀράβων πρῶτον ὑπὲρ κλιτὺν Λιβάνου, 25 τοῦτέστι πρὸς νότον τοῦ Λιβάνου, ἀρνοῖοι Ναβαταῖοι, τοῦτ’ ἐστι Ναβᾶτου καλούμενοι. Ναβάτης δὲ, φασιν, Ἀραβίτι δ’ ἐκ μοχγίας γενόμενος. Μετὰ δὲ Ναβαταίους Καδλασίους καὶ Ἀγρέας, οὓς ὁ τὰ Ἔθνηκα γράψας Ἀγραίους λέγει. Μεθ’ οὓς ἡ Χάτραμις γῆ, κατὰ δὲ 30 ἄλλους Κατραμίτις, κατέναντι Περσίδος γῆς. Καμηλοκόμοι δὲ καὶ οὗτοι, καὶ οἱ περὶ τὸ πλευρὸν τῆς Ἐρυθρᾶς θαλάσσης κείμενοι Σάβαιο, ὅπου καὶ οἱ Μινναῖοι, ἔθνος καὶ αὐτὸ παράλιον. Τοὺς δὲ Σάβας καὶ Σαβαίους ἄλλοι φασὶ λέγοντες ὅτι Ναβαταῖοι καὶ Σαβαῖοι 35 τὴν εὐδαίμονα Ἀραβίαν νέμονται, καὶ ὅτι εὐδαιμονεστάτη ἐστὶν ἡ τῶν Σαβαίων γῆ ἔθνους μεγίστου, παρ’ οἷς καὶ σμύρνα καὶ λίβανος καὶ κινάμωμον καὶ βάλσαμον. Καὶ ὅτι τσαομένων ἐθνῶν μεγίστων κατασκούντων τὴν Ἀραβίαν ἐν ἐκείσῃ ἐστὶ καὶ τὸ τῶν Μινναίων 40 πρὸς Ἐρυθρὰν, ὧν πόλις μεγίστη Κάρνα· ἐχόμενοι δὲ Σαβαῖοι. Ἡ δὲ Ναβαταία χώρα πολυάνδρος, φασί, καὶ εὐδότος. Μητρόπολις δὲ Ναβαταίων ἡ Πέτρα. Λέγονται δὲ καὶ σώφρονες οἱ Ναβαταῖοι καὶ κτητικοί, ὥστε ὁ μὲν τὴν οὐσίαν μειώσας δημοσία ζημιούται, τῷ δὲ αὐξήσαντι κείνται τιμάλ. Εἰσὶ δὲ καὶ ὀλιγάρχουλοι, καὶ διακοινῶνται τὸ πλεῖον ὑπὸ συγγενῶν, καὶ εἰσὶν αὐτοδιάκονοι καὶ ἀντιδιάκονοι. Ὁ δὲ τῶν Ἑθνικῶν ἀναγραφὴς λέγει ὅτι καὶ Δαχαρηνοὶ τὸ τοιούτων ἔθνους ἐκλήθη, ὅ ἐστιν ἀρσενικοί.

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
