# timotheus_defluviis_ggm2 464.3

Timotheus, timotheus_defluviis_ggm2, 464.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/464.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/464.3

1039. Ὅτι ὑπὸ τὸν πόδα τῶν Κασπίων πυλῶν οἱ Πάρθοι ναίουσιν, ἄνδρες ἀρήσιοι καὶ ἀγχυλότοξοι, καὶ παντοίου πολέμου δαήμονες, ὅ ἐστι τεχνῖται. Ἔτι ἐμμένον τῷ περὶ αὐτῶν λόγῳ καὶ ἑμπλατυνόμενος φησιν· « οὐ γὰρ ἀρότρων ἰθύνουσιν αὐλακὰς διασχιζόντες ἀρούραν, οὐδὲ μὴν ἐρεμοὺς ἄλα σήμουσιν, οὐδὲ νέμουσι βόας· ἄν δὲ γενέθλης αὐτῶν ἐπὶ νηπιαχοὺς τοὺς καὶ ἱπποκράνες μέλονται, ἀεὶ δὲ παρ’ αὐτοὺς δοῦκος ὁπλῶν, καὶ δρόμος ἱππῶν ἀελλοπόδων. Οὐ γὰρ θάμις αὐτοὺς δόρπιοὺ γαύσασθαι, πρὶν ἐνδρώσαι μάχοις πολέμου. Ἔχουσι δὲ ἐξ ἀγρὰς βίον δορίκτητον. » Οὕτω δὲ ὁ Διονύσιος αὐξήσας τὰ κατ’ αὐτοὺς ἐπιπλέκει σύντομον ἐγκώμιον βασιλικόν, λέγων· « ἀλλὰ καὶ περ τοιούτους ὄντας Αὐσονίου βασιλῆς ἐπετράψεν ἀκωκή. » Φασὶ γὰρ τὸν Αὐγουστον κακῶς αὐτοὺς διαθέσθαι, τὴν τοῦ Κράσσου ἥτταν ἀνακαλαίσαντα, ἣν στρατηγὸν ὄντα Ῥωμαίων οἱ Πάρθοι ἀνείλον ἠττήσαντες. Οὕτω δὲ φασὶ ταπεινωθῆναι αὐτοὺς τότε, ὥστε προστάξαι τὸν Αὐγουστον μὴ ἄλλως αὐτοὺς βασιλέας ἑαυτοὺς ἐριστῆν, ἀλλ’ ἢ γνώμῃ τῆς συγκλήτου τῶν Ῥωμαίων βουλῆς.

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
