# timotheus_defluviis_ggm2 466.1

Timotheus, timotheus_defluviis_ggm2, 466.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/466.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/466.1

ἡ ἀπὸ Πέρσου υἱοῦ Περσῶνς καὶ Ἀνδρομέδας, ὡς ἔφησεν 10 Ἡρόδοτος, λέγων ὅτι Περσεὺς ὁ Δανάης καὶ Διὸς ἀπίκετο παρὰ Κηφέα τὸν Βήλου, καὶ ἔσχε αὐτοῦ θυγατέρα τὴν Ἀνδρομέδαν, καὶ γεννα Πέρσην, ἐξ οὗ τὴν ἐπωνυμίαν ἔχον οἱ Πέρσαι, καὶ αὐτὶ Κηφῆνας ἀπὸ τοῦ τοιούτου Κηφέως καλοῦμενοι. Λέγει δὲ ὁ Διονύσιος καὶ ὅτι ἀπείρον ὄλβον οἱ Πέρσαι περιεβάλοντο, θέμενοι ἐν μεγαφροσύν, ὅτε Μήσους καὶ Σαρδιανούς ἐπόρθησαν, καθελόντες τὸν Κροῖσον. Καὶ δεῖξαι φασὶ τοῦ πλοῦτου, ὅτι χρύσεια μὲν τοῖς ἀνδράσι τὰ ὅπλα, χρύσεια δὲ τοῖς ἵπποις τὰ χαλινά, χρυσοῖς δὲ πεδίλοις τοὺς πόδας ἐκοσμῆσαντο. Ταῦτα δὲ πολλῷ πρότερον τῶν Μήσων, ἤτοι τοῖς Λυδοῖς, πλουσιωτάτους δείκνυσιν, ὡς οἱ Πέρσαι ληξάμενοι παμπλούσιοι γεγόνασιν, ἄλλως μὴ πλουτοῦντες· ὅπου γε καὶ αἱ παρονομαζόμεναι αὐτοῖς Περσικαὶ ἱμάδες, ὡς τινὲς φασιν, ὑπόδημα εὐτελὲς ἦν. Ἀσπασί δὲ λέγονται καὶ μεγαλοφρωνεῖς οἱ Πέρσαι, καὶ καύμα καὶ ψῦχος φέρειν καὶ διδρούς καὶ χειμάρρων διαβάσεις, ὥστε δρόχα φυλάσσειν τὰ τε ὅπλα καὶ τὴν 20 ἐσθῆτα. Τιμῶσι δὲ τὸ πῦρ, καὶ οἱ αὐτὸ καὶ τὸν χρυσὸν οἱ πυροειδεῖ ὄντα. Λέγεται δὲ Περσικὴ τις εἶναι ἁδὴ, ἥς τὰς ἀφελείας ξ' διαριθμοῦνται. Τίμιοι δὲ παρὰ τοῖς Πέρσαις οἱ μάγοι, οἱ οὔτε οἴνοῦντες εἰς ποταμὸν, οὔτε νίπτονται, οὔτε λούονται. Ἡρόδοτος δὲ φησὶ καὶ ὅτι 25 Πέρσαι παιδεύουσι τοὺς ἑαυτῶν παῖδας ἀπὸ πανταετοῦς ἕως ἑτῶν α' ἱππεύειν καὶ τοξεύειν καὶ ἀληθεύεσθαι. Ἱστορεῖ δὲ καὶ νομάδας τινὰς Πέρσας, καὶ συχνὰ εἶναι γένν λέγει Περσῶν. Λέγεται δὲ καὶ σύμβολον εἶναι ἀσπασμοῦ παρὰ Πέρσαις τὸ ἀφελῆσαι τὴν τιάραν τῆς κε- 30φαλῆς. Μεγάλοις δὲ ὄρεσι περιέχονται ἐστιν ἡ Περσίς, νοτιώτερα τῶν Κασπίων ὄνσα πυλῶν, ἐλκομένη μέχρι τοῦ ὀμωνύμου Περσικοῦ κόλπου. Τὸ δὲ ἄκρωτον αὐτῆς τοῖς τῶν Μήδων ὄρεσιν ὑποπέπτικεν, ἄπερ τέμπεα ὁ Διονύσιος ἀνωτέρω ἔφη Μηδικά.

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
