# timotheus_defluviis_ggm2 489.1

Timotheus, timotheus_defluviis_ggm2, 489.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/489.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/489.1

δὲ κατάχρημοι καὶ τοῖς ναύταις ἀνεπίδατοι· ὧντινων οὐκ ἔστι μοι εὐχολον τὰ ὀνόματα εἰπεῖν. 620 626. Τὸ δὲ σχῆμα καὶ ἡ μορφὴ τῆς Ἀσίας ἐστὶν ὁ βυμοὸς, τουτέστιν ἡ ἔκτασις καὶ ἡ περιγραφὴ, τῶν ἀμφοτέρων ἡπείρων, τῆς τε Εὐρώπης καὶ Λιβύης, ὁμοιον δὲ ἐστι τὸ σχῆμα καὶ παραπλήσιον κώνῳ, ὅπερ ἐστὶ σχῆμα στροβιλοειδὲς, κατὰ τὸ ἕτερον μέρος ἢ τὸ ἐναντίον ἐλκόμενον κατὰ μικρόν, καὶ ἀποξυνόμενον πρὸς τὸ ἔσχατον πέρας τῆς ἀνατολῆς, τῶν ἑτέρων δύο ἡπείρων πρὸς τὴν δύσιν κειμένων· ὅπου καὶ τοῦ ἐν Θήβῃ γεννηθέντος Διονύσου αἱ στήλαι περὶ τὰ ἔσχατα τοῦ ὠκεανοῦ ἱστάνται ἐν τοῖς ἔσχάτοις μέρεσι τῶν Ἰνδῶν, ὅπου ὁ Γάγγης τὸ Νυσταῖον λευχὸν ὀδωρ ἢ τὸ ἀπὸ Νύσσης κατερχόμενον ἐπὶ τὸ πλαταμῶνα κυλεῖ.

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
