# timotheus_defluviis_ggm2 491.1.1-18

Timotheus, timotheus_defluviis_ggm2, 491.1.1 to 491.1.18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/491.1.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/491.1.1

καλεῦσαντος τοῦ Διὸς λελυπημένην· καὶ γὰρ ὁ Ζεὺς τῆς ἐπεράστου καὶ καλῆς φιλίας αὐτῆς ἐπιθυμῶν καὶ χρηζων, καίτοι μὴ θέλουσαν, πόρρω τῆς ἰδίας πατρίδος ἐχώρισεν· ἐκ ταύτης δὲ καὶ ἡ πόλις Σινώπη τὸ ὄνομα ἔχει. Περί ἐκείνου δὲ τοῦ θερμιώδοντος ποταμοῦ χρυμώδεις ἢ ψυχρὰς ὀχθὰς τὸν καθαρὸν λίθον τοῦ χρυστάλλου, καθάπερ χειμερίαν πάγην, τέμνοις, εὐρήσεις δὲ καὶ τὴν πρασινίζουσαν ἰασπιν. 783-792. Ἔξῆς δὲ ὁ Ἦρις ποταμὸς τὸ καθαρόν ὕδωρ εἰς τὸν Πόντον ἐκβάλλει· ἐπὶ τοῦτο δὲ αἱ τοῦ Ἄλμος ποταμοῦ ῥοαὶ ἀναβιλίζουσι πλησίον τῆς Καραμβίας ἄκρας, ἐπὶ δὲ τὸν βορρᾶν ἐλκόμεναι ἀπὸ τοῦ Ἀρμενίου ὄρους τὴν ἀρχὴν ἔχουσι. Ἐπὶ τούτοις δὲ τοῖς αἰγυπλοῖς τῶν ποταμῶν κατοικοῦσιν οἱ Παρλαγόνες καὶ τὸ τῶν Μαριανδυνῶν ἱερὸν γένος. Ἐκταὶ τὸν ἰσχυρόφωνον μέγαν κύνα τοῦ ὑπογείου Πλούτωνος τὸν Κέρβερον, ταῖς χερσὶ τοῦ μεγαλόφρονος Ἡρακλέους ἐλκόμενον, δαινὸν χυλὸν σιελῶδη ἀπὸ τῶν στομάτων αὐτοῦ φασιν ἐκδειληχέναι. Καὶ τοῦτον μὲν τὸν ἰὸν ἀναμεμιγμένον ἢ γῆ ἐδῴσατο καὶ τοῖς Μαριανδυνοῖς ἀνδράσι μεγάλην βλάβην ἐφύτευσεν, τὴν ἀκόνιτον δηλονότι θανάσιμον οὖσαν. 793-798. Πλησίον δὲ τῶν Μαριανδυνῶν οἱ Βιθυνοὶ λιπαρὰν καὶ καλὴν χώραν κατοικοῦσιν, ἐνθὰ ὁ Ῥίβας τὸ κάλλιστον ὕδωρ εἰς τὸν Πόντον ἐκβάλλει, ὅτις παρὰ τοῖς στόμασι τοῦ Πόντου διέρχεται, ὅστινος κάλλιστον ὕδωρ ἐπὶ τὴν γῆν σύρεται. Τοσοῦτοι μὲν ἄνδρες τοῦ Πόντου περίοικοι ὑπάρχουσιν· ἐκεῖνά σοι ὑπαρχέτω τὰ προκατηριθμημένα τῆς Σκυθίας ἔθνη. 799-808. Ἀρτίως δὲ τῆς παραλίας Ἀσίας τὸν πόρον, τούτῃ τὴν θέσιν, διαγράφω, ὅτις δὲ ἐπὶ τὸν Ἑλλησπόντον ὀδεύων πρὸς τὸν νότον πορεύεται καὶ πρὸς τὸν νοτιώτατον ῥοὺν τοῦ Αἰγαίου πελάγους, μέχρι τῆς Συρίας αὐτῆς καὶ τῆς ἐπεράστου καὶ καλῆς Ἀραβίας. Πρῶτον μὲν οἱ Χαλκηδονῖται πλησίον τοῦ στόματος τὴν γῆν κατοικοῦσι, τὸ Βυζάντιον κατὰ τὴν πέραν ὁρῶντες. Ἐπὶ τούτοις δὲ οἱ Βέβρυκες καὶ τὰ ὄρη τῆς Μυσίας, ἤτοι τῆς μικρᾶς Βιθυνίας·

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
