# timotheus_defluviis_ggm2 492.1.15-30

Timotheus, timotheus_defluviis_ggm2, 492.1.15 to 492.1.30. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/492.1.15
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/492.1.15

887-893. Ἔστιν μὲν οὖν τὸ λοιπὸν τῆς Ἀσίας σχῆμα τετραπλεύρον καὶ ἰσοσκελές, τοῖς μακροῖς καὶ ἐπιμήκει πεδίοις ἡπλωμένον καὶ ἐκτεταμένον πρὸς ἀνατολήν. Ἐπὶ γὰρ τοῖς προλεχθεῖσι παρ’ ἐμοῦ εἰπόντος ἀκούσας ἐπίστασαι Ταύρον τὸν ὄρος πᾶσαν τὴν Ἀσίαν διαχωρίζειν ἡ μέσῃ διατέμνειν μέχρι τῶν Ἰνδῶν. Καὶ τοῦτο μὲν τὸ ὄρος ἐν τῷ τετραπλεύρῳ τὸ βορειότερον ἐστιν· ὁ δὲ Νεῖλος ποταμὸς τὸ ἑσπέριον ἡ δυτικώτερον πλευρὸν ὑπάρχει· τὸ δὲ ἔμω, ἤτοι τὸ ἀνατολικώτερον, ὁ Ἰνδικὸς ὠκεανός· τὸ δὲ νότιον ἡ Ἐρυθρὰ θάλασσα ἡ τὸ κῆμα τῆς Ἐρυθρᾶς θαλάσσης. 894-917. Διανοούμενος δὲ σκέπτου καθ’ ὃν τρόπον ἄρτι καὶ ἐπὶ τὰς ἀνατολὰς παραγενήσομαι, ἀπὸ τῆς Συρίας ὅθεν κατέλιπον ἀφάμενος, οὐδαμῶς δὲ μοι τις ἄνηρ καθάπερ λόγου ψευθέντος ἐπιμέμφοιτο. Ἄλλ’ ἡ μὲν Συρία πολλὰς πόλεις ἔχουσα ἐπὶ τὴν νότιαν ἀνατολὴν ἀπὸ τῆς θαλάσσης αἱ πλεῖτον ἔρει, ἤν καὶ ἐπωνύμως Κοίλην λέγουσι, διότι οἱ προνευκότες καὶ ἐξέχοντες τῶν ὄρων τόποι μέσῃ καὶ ὑποκειμένην αὐτὴν ἔχουσι, τοῦ τε δυτικοῦ Κασίου καὶ τοῦ ἀνατολικοῦ Λιβάνου. Καὶ ταύτην μὲν Κοίλην λέγουσι· τρεῖς γάρ εἰσι, ἡ τε Φοινίκη καὶ ἡ Παλαιστίνη καὶ ἡ Κοίλη, ἣν πολλοὶ καὶ πλούσιοι ἄνδρες ἔχουσιν· οὐχ ὁμοῦ δὲ ὡς ὁμώνυμοι ὄντες κατοικοῦσιν, ἀλλὰ κεχωρισμένοις οἱ μὲν ἐν τῇ ἡπειρῷ, οἱ νῦν Ἀραβες καλούμενοι, αὐτοὶ γὰρ καὶ Σύριοι λέγονται· οἱ δὲ πλησίον τῆς θαλάσσης, οἱ καὶ Φοίνικες καλούμενοι, ἐξ ἐκείνης τῆς γενεᾶς τῶν ἀνδρῶν, οἵτινες Ἐρυθραῖοι γεγένηνται, ἤγουν μέτοικοι τῶν Ἐρυθραίων, οἵτινες καὶ ταῖς ναυσὶν ἀπόπειραν ἐποίησαντο τῆς θαλάσσης· πρῶτοι γὰρ τῆς θαλασσίας καὶ στρέμματα πολλὰ ἔχουσης ἐμπορίας μνείαν ἐποίησαντο, καὶ τὴν ὑψηλὴν παρείαν τῶν ἀπλανῶν ἀστέρων ἐν τῷ οὐρανῷ διανοησάμενοι ἐσκέψαντο· οἵτινες Ἰσπὴν καὶ Γάζαν καὶ Ἐλαίδα κατοικοῦσι, καὶ τὴν ἀρχαίαν Τύρον, καὶ τὴν ἐρατεινὴν ἡ καλὴν γῆν τῆς Βηρυτοῦ, καὶ Βύβλον τὴν πλουσίαν τῆς θαλάσσης, καὶ τὴν Σιδῶνα ἀνθὴ πολλὰ ἔχουσαν, κατοικουμένην ἐπὶ τοῖς ὕδασι τοῦ χαρίεντος Βοστρηνοῦ, καὶ τὴν πλουσίαν καὶ εὐδαίμονα Τρίπολιν, καὶ τὴν Ὀρθοσίδα, καὶ τὴν Μάραθον, καὶ τὴν Λαοδίκειαν, ἥτις ἐπὶ τοῖς αἰγιαλοῖς τῆς θαλάσσης κεῖται, καὶ τὰ Ποσιδῖτα ἔργα, ἀντὶ τοῦ τὴν Ποσειδίων πόλιν οὕτως καλουμένην, καὶ τὰ Ἰερὰ, τουτέστι μεγάλα, τέμνη τῆς Δάφνης, ὅπου καὶ ἐπωνύμως τῷ Ἀντιόχῳ Ἀντιόχεια λέγεται.

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
