# timotheus_defluviis_ggm2 494.1.1-10

Timotheus, timotheus_defluviis_ggm2, 494.1.1 to 494.1.10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/494.1.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/494.1.1

στον, καὶ ἔκεισε πολλοὶ φοίνικες οἱ κατὰ ἄκρον κορώνεντες εἰσιν. Ἀληθῶς μὴν τοῦ χρυσοῦ χαριέστερον ἄλλο ἢ Βαβυλῶν φέρει, τὴν γλαυκὴν λίθον ὑπὲξ Βηρυλλου, ἥτις περὶ τὸν τόπον ἐκεῖνον ἐν τοῖς προδασίοις τόποις ἴσωςθεν τῆς ὀρητῆτος πέτρας φύεται. Ὑπεράνω δὲ τῆς Βαβυλῶνος ἐπὶ τὴν πνοὴν τοῦ βορρᾶ οἱ τε Κισσοὶ καὶ οἱ Μεσαδάται καὶ οἱ Χαλωνῖται κατοικουῶσιν, ἄτνα εἰσιν ἔθνη Συρίας. 1018-1030. Ἄλλ' ὅπόταν ἀπὸ τῶν Ἀρμενιῶν ὄρῶν ἐμπροσθεν εἰς ἀνατολὴν ὁδεύσης, μετὰ ταῦτα τῶν Μήδων τὰ στενὰ εὑρήσεις, ὅπου ἡ Μήδεια φυγοῦσα τὸν Θησέα ἐμεινεν. Ἀντιῶν τῶν Μηδικῶν ὄρῶν πρὸς τὸν βορρᾶν τὴν ἄγαν θάλλουσαν γῆν ἢ τὴν καλλίστην χώραν ἔχουσιν οἱ τὸ Γηλοὶ καὶ οἱ Μάρδοι καὶ οἱ Ἀτροπατηνοὶ ἄνδρες. Πρὸς δὲ τὸν νότον τῶν λαμπροτάτων Μήδων τὰ ἔθνη κατοικουῶσιν, ἐξ ἐκείνης τῆς μεγαλόδοξου γενεᾶς γεννηθέντα, τῆς ἀψόγου θυγατρὸς Αἰήτου, τοὔτοστι τῆς Μήδειας. Νίψαι γὰρ ἐπὶ τοῦ βόος τοῦ Ἀττικοῦ ποταμοῦ Ἠλισοῦ φάρμακα χαλεπὰ ἐβουλεύσατο τῷ Αἰγεί τῷ Πανδίωνος παιδί, αἰδοῦ μέν τὸν τόπον ἐκεῖνον κατέλιπεν, εἰς δὲ τὴν βαθεῖαν ταύτην χώραν, ὁμοίων αὐτῆς, πλανωμένη κατὰ τοὺς ἄνδρας ἢ ἀνθρώπους τούτους παραγίνεται, οὐ πόρρω μέν τῆς γῆς τῶν Κόλχων, εἰς αὐτὴν δὲ τὴν τῶν Κόλχων χώραν ἰκάσει διὰ τὴν τοῦ πατρὸς ὀργὴν ἐφοβείτο. Τοῦτο γάρ ἐιστὶ καὶ ἀρτίως πολυφάρμακοι ἄνδρες ὑπάρχουσι, χώραν μεγίστην καὶ ἀπειρον κατοικούντες, οἱ μὲν ἐπ' αὐτὰς τὰς πέτρας, αἴτινες τὸν σκοτεινὸν ναρκισσίνην λίθον φύουσιν, οἱ δὲ ἐν τοῖς δασίοις καὶ ἄνδροις καὶ κηπευτικοῖς κατοικούμενοι τόποις, καλὰ ποίμνια βόσκοντες δαψιλῶς καὶ ἀρθόναις τοῖς μαλλοῖς καταβαρούμενα, τοσούτων ἐπὶ τὴν ἀνατολὴν τετραμμένοι μέχρι τῶν Κασπίων πυλῶν, αἴτινες πύλαι ὑπὸ βαθεῖας ἢ ὑψηλὰς πέτρας ἐν τάξει πυλῶν κλείδες τῆς Ἀσίας εἰσίν· ὅπου καὶ ἐπὶ τὰ βόρεια μέρη καὶ ἐπὶ τὰ νότια ἐρχομένους ἢ πορευομένους ἢ ὁδὸς ὁμοίως ἐκτείνεται, ἡ μὲν πρὸς βορρᾶν ἐπὶ τὰ τῆς Ἑρμανίας, ἡ δὲ πρὸς νότον ἐπὶ τὰ ὄρη τῆς Περσίδος γῆς.

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
