# timotheus_defluviis_ggm2 495.3

Timotheus, timotheus_defluviis_ggm2, 495.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/495.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/495.3

1114-1127. Τῶν Ἰνδῶν δὲ οἱ μὲν τοῦ χρυσοῦ μέταλλα ἐργάζονται, εὐκαμπέσι μαχαίλαις τὴν γῆν σκάπτοντες, οἱ δὲ τοὺς ἐκ τοῦ λίνου κατασκευασθέντας ἱστοὺς ὀφαινοῦσιν, οἱ δὲ τοὺς λευκοὺς ἑδόντας τῶν ἐλεφάντων πρισθέντας ἀποξύουσι, ἄλλοι δὲ ἐπὶ ταῖς προόδοις ἢ ἐκβολαῖς τῶν ἡροποταμῶν ἢ τὴν γλαυκὸν λίθον τοῦ βηρύλλου ἢ τὸν τιμιώτατον καὶ διαυγῆ ἀδάμαντα ἱχνεύουσι, ἢ τὴν χλωρῶς διαυγάζουσαν ἰασπιν, ἢ καὶ τὸν γλαυκὸν λίθον τοῦ θαλασσοειδοῦς τοπάζου, καὶ τὴν γλυκερὰν ἀμέθυστον ἡσύχως πως καὶ μετριῶς πορφυρίζουσαν. Καὶ γὰρ παντοῖον πλοῦτον τοῖς ἀνδράσιν ἡ γῆ ἀνδάνει ἢ τοῖς δεὶ ῥέουσι ποταμοῖς ἔνθα καθεῖσα καταρρύτους αὐξέι. Ἀλλ’ ὅς δὲ καὶ οἱ λειμῶνες, ἤτοι οἱ πεπαιρόμενοι τόποι, τοῖς φύλλοις δεὶ κομίζουσι, ἤτοι εὐθαλεῖς εἰσι· καὶ πάλιν ἀλλαχοῦ μὲν ἡ κάγχρος αὐξεται, ἀλλαχοῦ δὲ τοῦ ἐρυθραίου καλάμου, ὅπερ ἐστὶν εἶδος ἀρώματος, αἱ ἄλαι θαλίουσι· τὸ δὲ ἐρυθραῖον ἢ ὅτι ἐρυθρὰν ἔχει τὴν χροιάν, ἢ ὅτι πρὸς τῇ Ἐρυθρᾷ φαίνεται.

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
