# timotheus_defluviis_ggm2 502.3

Timotheus, timotheus_defluviis_ggm2, 502.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/502.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/502.3

10 Ἀρχεται δὲ καταλλήλως ἀπὸ Λιβύης τῶν ὄρων· οὐ γὰρ διὰ μέγεθος· ἐστι γὰρ ἡ Ἀσία πρώτη, μαθ’ ἢν αἱ δύο· τὸ γὰρ αὐτό, φησι, σχῆμα, λέγων οὕτως (v. 270)· « εἰ δὲ κεν Εὐρώπης ἐθέλοις τύπον, οὔτι σε κεύσω· » οὕτως γὰρ Λιβύης ῥυμοσθ. » Καὶ πάλιν (v. 274)· « ἄμφω δ’ ἴσον ἔχουσιν ἐπ’ Ἀσίδα νεῖατον ἴχνος. » Ἴσως οὖν ἀπονεμεῖ τιμὴν τῷ Νείλῳ· δύο γὰρ ποταμῶν ἀντικειμένων ἐν παραδείσει τῶν ὄρων, τοῦ τε Νείλου καὶ τοῦ Τανάδιος, εἰλόγον ἦν τιμῆσαι τὸν μεῖζονα τῷ διαστῆματι καὶ τῶν ἄλλων. Ἐροῦλαξε δὲ τὴν Ἀσίαν τῷ τέλει, καθὸ τὰς δύο διαιρουμένας ὑπὸ τῆς καθ’ ἡμᾶς θαλάσσης ἐναποκλειούσα πέρασ ἐστιν ὥσπερ ἀμφότερων. Ἀνομασία δὲ φησι τὴν Λιβύην ἀπὸ Λιβύης, τῆς Ἐκάφου θυγατρὸς, μητρὸς δὲ Βήλου. Χωρίζει οὖν αὐτὴν ἐκ τῆς Εὐρώπης, ἀρχομένης μὲν ἐξ αὐτῶν τῶν Γαδείρων, ληγούσης δὲ παρὰ τὸ Ἡρακλειωτικὸν στόμα τοῦ Νείλου, παρ’ ᾧ καὶ τὸ Κανουδιὸν περίπτυστον τέμενος Ἀμυκλαίου Κανώβου. Τὰ δὲ περὶ τοῦ κυβερνήτου τοῦ Μενελάου, πῶς ἀπώλετο καὶ ὅπου τελευτήσας κέκυθε τάφου λαμπροῦ, σαφῶς ὁ Νικάνορος ἐξηλώσε ἐν τοῖς Θηριακοῖς (v. 309), τῆς αἰμορροίας λέγων τὴν φύσιν. Τότεον δὲ ὅτι τὰ Γάδειρα πρότερον ἐκάλειτο Κοτινοῦσα, Γάδειρα δὲ μετωνομάσθη διὰ τὸ δεῖρ’ ὥσπερ εἶναι τῆς γῆς. Ἔδειξε δὲ τοῦτο διὰ τῶν ἐξῆς, εἰπών (455)· « καὶ τὴν μὲν ναετήρας ἐπὶ προτέρων ἀνθρώπων κληζομένην Κοτινοῦσαν ἐφημίζεστο Γάδειρα. » Δείξας δὲ τοὺς ὄρους τῆς Λιβύης ἄνεισιν ἐπὶ τὰς ὄθλας, ἀποδιατρίων τῆς Ἀσίας τῆς Εὐρώπης. Ὀρῶν δὲ τῆς ἀμφοῖν ἀποστάσεως εἶναι λέγει Τάναιν τὸν Σκύθην ποταμόν, ἔχοντα μὲν ἐν τῷ Καυκᾶσῳ τὰς πηγὰς, ἀρδεύοντα δὲ Σαρματιάν, εἰσβάλλοντα δ’ εἰς Μαϊώτιν λίμνην, οὕτως καλουμένην ἐν τῇ Σκυθίᾳ. Ὅτι δὲ κάτεισιν ἐκ τοῦ Καυκᾶσου, διὰ τῶν ἐξῆς εἴρηται (v. 663)· « τοῦ δ’ ἤτοι πηγαι μέν ἐν οὐρασί Καυκασιώσι, »

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
