# timotheus_defluviis_ggm2 505.7

Timotheus, timotheus_defluviis_ggm2, 505.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/505.7
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/505.7

69. Μακρὸν ὑπὸ πρηῶνα] τοῦτ' ἐστὶν ὑπὸ τὴν μεγάλην ἔξοχὴν τῶν ἐπὶ πολὺ ἐκτεταμένων Ἀτλάντων. Μεγάλοι γὰρ εἰσιν αἱ ἔξοχαι, ὅπου εἰσὶ καὶ τοῦ Ἡρακλέους αἱ στήλαι. Πρηῶνα δὲ φησι τὴν παράτασιν· πρηῶν γὰρ ἡ προβολή, οἷον εἰ ποῦ πουν ἐν τῷ ἐσπερίῳ ὠκεανῷ. Ἄτλας ὄρος ἐστὶ μέγιστον περὶ τὰ ἔχοντα τῆς Λιβύης, ὅθεν καὶ Ἀτλαντικὸν πέλαιος λέγεται. Τοῦτο δὲ διὰ τὸ ὑπερβάλλον μέγεθος κίων ἐμυθολογήθη τοῦ οὐρανοῦ. Καὶ Ἡρόδοτος (4, 184) τοῦτο φησιν, ὅθεν καὶ ὁ Περιηγητὴς πληθυντικῶς Ἀτλάντων αὐτὸ ἐκάλεσε· καὶ Ὀμήρος (Od. α, 53)· «Ἄτλας δ' οὐρανὸν εὐρὺν ἔχει.» «Ἔχει δὲ τε κίονας αὐτὸς μακρούς.» «Ἡ Ἀτλάντων, τῶν Ἀτλαντικῶν πόρων, ἢ τῶν ἐνοικοῦντων· Ἐκάτερα γὰρ αὐτῶν περὶ τὸ Ἀτλαντικὸν ὄντα ὄρος τυγχάνει. Ἄτλαντες δὲ δύο εἰσὶ. Μεῖζων γὰρ οὗτος τῶν ἄλλων ἐκβολῶν τοῦ ὠκεανοῦ. Ἀπὸ δὲ τοῦ παρακειμένου ἔθνους τὸ ὄνομα.

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
