# timotheus_defluviis_ggm2 518.9

Timotheus, timotheus_defluviis_ggm2, 518.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/518.9
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/518.9

272 Σουβαρίται διὰ τὸν Ἀλφειοῦ πόθον εἰς Ἀρεθούσαν τὰ Ὀλύμπια μεταβαίνειν εἰς ἑαυτοὺς ἤθελον. Ἀπώλοντο δὲ ὑπὸ τῶν Κροτωνιατῶν, οἱ αὐλήσαντες ἐν τῷ πολέμῳ ἐθελξαν τοὺς ἵππους, πρὸς αὐλὸν διδαχθέντας ὑπ’ αὐτῶν ὀρχεῖσθαι, ὁ ὀρχούμενοι ἄρδην τοὺς αὐτῶν δεσπότας καταβαλόντες ἀπώλεσαν. Οἱ δὲ οὐ διὰ τούτο, ἀλλ’ ἐκ τῶν ἀναθημάτων ἐκλέψαν τινὰ τοῦ Ἀλφειοῦ ἔχει γὰρ τιμὰς ὁ Ἀλφεῖος ἐν Ὀργυτίᾳ πρὸς τε Συρακούσας καὶ τῇ Ἀρεθούσῃ· ἂ κλέψαντες κατὰ μῆνιν Ἀλφειοῦ ἠτηθήσαν ἐν πολέμῳ ὅν εἴρηται τρόπον. — Οἱ Σουβαρίται τοῦ Ἀλφειοῦ ἀναθήματα ἐσώλησαν, καὶ αἰσχρῶς αὐτοῖς χρησάμενοι ἐβεβήλωσαν. Οὕτοι δὲ εἰς ἄρχατον τρυφῆς ἐλθόντες πρὸς αὐλὸν ὀρχεῖσθαι τοὺς ἰδίους ἐδίδαξαν ἵππους. Καὶ δὴ Κροτωνιάται πόλεμον πρὸς αὐτοὺς ἔχοντες εἰς τὴν μάχην αὐλοὺς ἤγαγον, οἱ δὲ ἵπποι τῶν Σουβαριτῶν ἐξ ἔθους πρὸς ὀρχησιν ἐτράπησαν, τῶν αὐλῶν ἀκούοντες, καὶ τοὺς δεσπότας αὐτῶν κατέβαλον. Οἱ δὲ Κροτωνιάται πάντας ἀνείλον πεπτοικότας, καὶ ἔρημος γέγονεν ἡ πόλις. Διὰ τοῦτο γὰρ εἶπε « δειλότη Σουβαρὶς ναίετ’ ας στενάχουσι. »

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
