# timotheus_defluviis_ggm2 541.1

Timotheus, timotheus_defluviis_ggm2, 541.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/541.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/541.1

τοῦ γὰρ ἀποικοῖ τῶν Ἐρυθραίων εἰσίν, οἵτινες πρῶτοι ἐποιήσαντο ταῖς ναυσὶν ἀπόπειραν τῆς θαλάσσης καὶ τῆς ἐμπορείας, οἱ αὐτοὶ δὲ ἐξεκάλυψαν καὶ τὴν ὑψηλὴν πορείαν τῶν ἀπλανῶν ἐν τῷ οὐρανῷ ἀστέρων. Κατοικοῦσι δὲ τὴν Ἰόπην, τὴν Γάζαν καὶ τὴν Ἐλαΐδα (ἥτις ἐστὶ πόλις τῆς Ἀραβίας), τὴν Τύρον τὴν ἀρχαίαν, καὶ τὴν καλὴν γῆν τῆς Βηρυτοῦ, τὴν Βύβλον τὴν οὖσαν πλησίον τῆς θαλάσσης, καὶ τὴν Σιδῶνα τὴν ἔχουσαν πολλὰ ἄνη, ἥτις κατοικεῖται ἐπὶ τοῖς ὕδασι τοῦ Βοστρηνοῦ τοῦ ποταμοῦ, ἀφ’ οὗ καὶ Βόστρα αὕτη ἡ πόλις λέγεται. Οἰκοῦσι δὲ καὶ τὴν πλουσίαν Τρίπολιν, τὴν Ὀρθωσίδα καὶ τὴν Μάραθον, τὴν Λαοδίκειαν, ἥτις ἐστὶ πλησίον τῆς θαλάσσης, καὶ τὴν Ποσειδώνιον πόλιν, καὶ τὰ στενώματα τῶν ὄρεων τῆς Δάφνης, ἤγου τῆς Λαοδικείας ἢ τοῦ προαστείου τῆς Ἀντιοχείας. Μεσόγειον δὲ ἐστὶν ἡ Ἀπάμεια τῆς Ποσειδῶνος καὶ τῆς Δάφνης τῶν δύο πόλεων. Πρὸς δὲ τὴν ἀνατολὴν αὐτῆς τῆς Ἀπαμείας ὁ Ὀρόντης ὁ ποταμὸς κατασῦρεται, διαχωρίζων μέσον τὴν γῆν τῆς Ἀντιοχείας. Ἄπασα δὲ ἡ γῆ τῶν τριῶν Συρίων ἐστὶ λῃπαρὰ καὶ εὐδότος. Ταύτης δὲ τῆς Συρίας τὴν νοτιωτέραν ὁδὸν ὁδεύων ἴδοις τὸν ἐνδότατον τόπον τοῦ Ἀραβικοῦ κόλπου, ὅστις ἀναμεταξὺ τῆς Συρίας καὶ Ἀραβίας συστρέφεται οὕτως ἐπὶ τὴν ἀνατολὴν μέχρι τῶν Ἑλανῶν. Ἔστι δὲ πόλις ὀνομαζομένη Ἑλανὰ ἐν τῷ ἐνδοτάτῳ τόπῳ τούτου τοῦ Ἀραβικοῦ κόλπου, καὶ οἱ ἐνοικοῦντες αὐτὴν καλοῦνται Ἑλάσιοι. Ἐκεῖσε δὲ τῶν Ἑλανῶν πρὸς τὴν ἀνατολὴν κείται ἡ γῆ τῶν εὐδαιμόνων Ἀράδων, κατεχομένη διπλῆ θαλάσσῃ, τῇ τε Περσίδι καὶ τῇ Ἀραβία. Ἔστι δὲ ἡ μὲν Ἀραβία πρὸς τὸν ξέρουρον, ἡ δὲ Περσίς πρὸς τὸν εὐρον. Ἔστι δὲ ἰσθμὸς, καὶ τὸ τέλος αὐτοῦ καὶ ἡ βάσις ἐστὶ τετραμμένη πρὸς τὸν νότον, καὶ κλίζεται ἐπὶ τὴν ἀνατολὴν ὑπὸ τοῖς Ἐρυθραίοις κύμασι τοῦ ὠκεανοῦ.

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
