# timotheus_defluviis_ggm2 541.2

Timotheus, timotheus_defluviis_ggm2, 541.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/541.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/541.2

ταῦτα δὲ ἔχει, διότι ἐκεῖ λέγουσι τὸν Διόνυσον λυθῆναι ἐκ τοῦ μηροῦ τοῦ Διός, καὶ γεννηθέντος αὐτοῦ ἐφέροντο εὐώδη ἄπαντα καὶ τεθυμιασμένα, ἐν τῇ βοσκῇ δὲ βαρύνονταί τε τὰ πρόβατα τοῖς δασέσι μαλλοῖς, αἱ λέαιναί δὲ αὐτόμαται καταφρονοῦσιν, καὶ αἱ ὄρνιθες ἐρχονται ἐκεῖθεν ἀπὸ τῶν ἀοιχύνων νήσων τῶν περὶ τὴν Ταπροβάνην, φέρουσαι τὰ φύλλα τῶν ἀφθάρτων κιναμώμων· τὸ κιναμόμον δὲ ἐστὶν ὁμοῖον ἀμπέλῳ κατὰ τὴν βλάστησιν. Ἐκεῖσε δὲ κομίζουσι αἱ ἀρούραι ἐπὶ τῷ λιβάνῳ, καὶ τὰ δρὴ ἐπὶ τῷ χρυσῷ, οἱ δὲ ποταμοὶ πληθοῦσι τοῖς ἀρώμασι, καὶ οἱ κατοικοῦντες αὐτὴν ἀγλλόνται ἐπὶ χρυσίῳ καὶ μαλακοῖς πέπλοις. Οὐ δὲ οἰκοῦσιν ἐπὶ τὴν ἀνάληψιν τοῦ Λιβάνου τοῦ ὄρους εἰσὶν οἱ πλούσιοι Ναβαταῖοι, ὁ Λίβανος δὲ τὸ ὄρος διορίζει τὴν κοίλην Ἀσσυρίαν καὶ τὴν Εὐδαίμονα Ἀραβίαν. Ἐκεῖ δὲ πλησίον τοῦ ὄρους εἰσὶν οἱ Χαλδαῖοι, οἵτινες κατοικοῦσι τὴν γῆν τὴν καλουμένην Χάλδαμιν. Ἐκεῖ δὲ εἰσι καὶ οἱ Ἀγρέες, ἐξ ὧν τινες κατοικοῦσι τὴν γῆν τὴν καλουμένην Χατραμην, ἐξευαντας οὖσαν τῆς Περσικῆς γῆς. Οἱ δὲ Σάβαι διόριζονται ὑπὸ τοῦ ἰσθμοῦ. Κατοικοῦσι δὲ τὸ πλευρὸν τὸ ὁν ὑπὸ τῆς Ἐρυθρῆς θαλάσσης αὐτοὶ οἱ Σάβαι καὶ οἱ Μινναῖοι καὶ οἱ Κλεταβονοὶ οἱ ἀροτήρες, οἵτινες καὶ Κλεταβουνοὶ καλοῦνται. Τόσαστα δὲ ἔθνη οἰκοῦσι περὶ τὴν Ἀραβίαν. Εἰσι δὲ καὶ ἄλλα πλείστα ἐμπροσθεν· καὶ γὰρ μεγίστη ἐστίν.

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
