# timotheus_defluviis_ggm2 543.3

Timotheus, timotheus_defluviis_ggm2, 543.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/543.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/543.3

δὲ ὁμοῦριος ἀποτιμᾷγει τὴν γῆν τοῖς ὕδασι ἐσπερίοις, ὁ Γάγγης δὲ ποταμὸς κόπτεται τὴν Ἐρυθρὰν θάλασσαν πρὸς ἀνατολὴν, ὁ δὲ Καῦκασος ἐστι πρὸς τὸν πόλον τὸν ἀρκτικόν. Ταύτην δὲ τὴν γῆν οἰκοῦσι ἀνδρες πολλοὶ τε καὶ πλούσιοι, οὐχ ὁμοῦ καὶ ὁμοῦψοι, ἀλλὰ διακεχωρισμένοι. Πλησίον δὲ τοῦ ποταμοῦ τοῦ Ἰνδοῦ οἱ Δαρδανάες εἰσιν, ὅπου ἀπὸ τῶν σκοπέλων λοξὸς συρρόμενος τὴν Ἀκεσίην δέγεται Γόδαπης· ἐστὶ δὲ πλεῦσιμος ταῖς ναυσί. Μετὰ δὲ τούτους ἐστὶ τρίτος ὁ Κώφης ὁ ἀργυροδίνης ποταμός. Ἐπὶ τούτων δὲ εἰσὶ μέσοι οἱ Σάβαι καὶ οἱ Τόξιοι ἄνδρες, καὶ ἐξῆς δὲ εἰσιν οἱ Σωδρόι, ἔφ’ οὓς καὶ τὰ ἄγρια γένη τῶν Πευκαλέων εἰσι. Μετὰ τούτους δὲ εἰσι καὶ οἱ θεράποντες τοῦ Διονύσου τῷ Γαγγαρῖοι, ὅπου ὁ Ὑπανις καὶ ὁ μέγας Μέγαρος οἱ λαβρότατοι τῶν ποταμῶν φέρουσι ποικιλὸν χρυσόν. Οὕτω δὲ οἱ ποταμοὶ συρρόμενοι ἀπὸ τοῦ ὄρους τοῦ Ἰνδοῦ ἔρχονται ἐπὶ τὴν Γαγγητίδα χωραν, καὶ σύρονται πρὸς τὸν νότον παρὰ τὸ τέλος τῆς γῆς τῆς Καυλίδος, ἥτις προκῦπτε ἐπὶ τὸν ὠκεανὸν τὸν βαθυδύνην· διὸ δὲ ἐστὶν ὑψηλὴ καὶ δυσδατος τοῖς ταχυνοῖς πετεινοῖς, διὰ τοῦτο καὶ Ἀοριν αὐτὴν καλοῦσι. Ἔστι δὲ καὶ τὸς χώρος θαυμαστὸς καὶ ἱερὸς παρὰ τὸν πλατῖν Γάγγην τὸν ποταμόν, ὅντινα ἐπάτησεν ὁ Διόνυσος. Τόσοι μὲν ἄνδρες ὑψηλότατοι εἰσιν ἐπὶ τὴν γῆν. Εἰσι δὲ καὶ ἄλλοι μυριοὶ πλανώμενοι ἐπὶ τὴν γῆν ἐνθεν κάκειθεν, οὕστινας οὐδεὶς ἄνθρωπος δύναται φανερῶς εἰπεῖν ἢ αὐτὸς ὁ Θεός, ὅτι αὐτὸς πρῶτα ἐποίησε τὰ ὀεμέλια, καὶ τὴν βαθεῖαν ὀδὸν ἔδειξε τῆς ἀμετρήτου θαλάσσης, αὐτὸς δὲ καὶ βεβαία πάντα διετεκμηρατο τῷ βίῳ ἄστρα διακρίνων, ἐκλήρωσατο δὲ ἑκάστῳ ἔχειν μοῖραν τοῦ τε πόντου καὶ τῆς ἡπείρου τῆς βαθείας· καὶ ἐστιν ἡ μὲν λευκὴ καὶ ἀργινόεσσα, ἡ δὲ μαύρη, ἡ δὲ ἐπαμφοτερίζουσα, καὶ ἄλλη μὲν ἐστὶν ὁμοία Ἀσσυρίας ἄνθεσι τῆς μίλτου, καὶ ἄλλαι ἄλλοιοι. Οὕτω γὰρ ὁ Θεὸς ἐβουλεύσατο, καὶ οὕτω τοῖς ἀνθρώποις ἑτεροῖα τὰ πάντα τέτυκται. Ὑμεῖς δέ, ὦ ἡπειροὶ καὶ ὦ νῆσοι, χαίρετε, καὶ ὦ ὕδατα τοῦ ὠκεανοῦ καὶ ἱερὰ γεύματα τοῦ πόντου, καὶ ὦ ποταμοὶ καὶ πηγαι, καὶ οὐρεα βησθέντα, χαίρετε καὶ αὐτά· ἤδη γὰρ τὸ κύμα πάσης τῆς θαλάσσης ἐπέδραμον, καὶ τὸν σκολιὸν πόρον τῶν ἡπειρῶν. Ἄλλ’ εἴθε μοι γένοιτο ἐκ θεοῦ τῶν ὕμνων αὐτῶν ἀντάξιος ἡ ἀμωδή.

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
