# timotheus_defluviis_ggm2 544.1

Timotheus, timotheus_defluviis_ggm2, 544.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/544.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/544.1

EΤΕΡΑ ΙΣΤΟΡΙΑ ΠΕΡΙ ΤΗΣ ΓΗΣ ΕΝ ΣΥΝΟΨΕΙ ΤΟΥ ΑΥΤΟΥ ΝΙΚΗΦΟΡΟΥ ΦΙΛΟΣΟΦΟΥ ΤΟΥ ΒΛΕΜΜΙΔΟΥ ΠΡΟΣ ΤΙΝΑ ΒΑΣΙΛΕΑ ΟΡΘΟΔΟΞΟΝ. Η γῆ τὴν μέσην τοῦ παντὸς ἔλαχε χώραν, πάσης οὖσα τῆς αἰσθητῆς κτίσεως τὸ μεσότατον, ἑδραζομένη ὑπ’ οὐδενός, μόνῳ δὲ τῷ τοῦ δημιουργοῦ προσταγμάτων συνεχεομένη καὶ ἀκίνητος μένουσα, ἐξ ἴσου πάντοθεν ἀπέχουσα τοῦ οὐρανοῦ σώματος καὶ ἀνωθεν καὶ κάτωθεν καὶ ἐκ πλαγίων. Ὑπάρχει δὲ σφαιροειδῆς· καὶ περὶ τούτου ὅτι σφαιροειδὴς ἐστι, πολλαὶ ἀποδείξεις εἰσὶ. Πρῶτον μὲν, ὅτι πρότερον ἐπιλάμπει ὁ ἥλιος ἐν τοῖς μέρεσι τῆς ἀνατολῆς, εἶτα κατὰ μικρὸν ἐν τοῖς δυτικοῖς μέρεσι· καὶ διὰ τοῦτο προλαμβάνει ἡ ἡμέρα ἐν τε τοῖς Σίνοις καλουμένοις καὶ ἐν τῇ Περσίδι καὶ τοῖς ἑτέροις ἔθνει τοῖς ἐκείσε. Οἱ δὲ Σῖνοι οὕτω τὰ ἀνατολικώτερα μέρη τοῦ κόσμου οἴκουν· κάτωσε δὲ εἰσι τὴν Ὀρησσίαν Ἕλληνας, πλὴν πᾶν δικαιότατοι. Ὅτε γοῦν ἐστὶν ἐν αὐτοῖς μεσημβρία, ἐστὶν ἐνταῦθα πρωΐα· καὶ ὅτε ἐστὶν ὥρα τετάρτη ἐν τῇ Περσίδι, ἐστὶν ἐνταῦθα ὥρα α’· καὶ ἀναλόγως ἐν παντὶ διαστήματι τῆς ἀνατολῆς καὶ δύσεως. Εἰ δὲ τις εἴποι· καὶ πῶς οὖν δῆλον ὅτι αἱ ὧραι διαφέρουσιν, ὡς ἀλλοχοῦ μὲν εἶναι μεσημβρίαν, ἀλλοχοῦ δὲ πρωΐαν, ἢ ἐν τινὶ τόπῳ ἡμέραν, ἐν τινὶ δὲ νύκτα; καὶ πῶς προλαμβάνουσι καὶ ὑστεροῦσιν αἱ ὧραι; γινωσκέτω, ὅτι φανερὸν ἐγένετο τοῦτο πολλάκις ἐκ τῶν ἡλιακῶν καὶ σεληνιακῶν ἐκλείψεων. Οἱ γὰρ τοῦτο τετηρηκότες ἀκριβῶς καὶ περὶ τούτου ζητήσαντες εὗρον, ὅτι ὅτε ἐγένετο ἡ τοῦ ἡλίου ἐκλείψις ἐν τῇ Περσίδι καθ’ ὥραν τετάρτην, ἐπράνθη ἡμῖν καθ’ ὥραν πρώτην. Τὸ δ’ αὐτὸ καὶ κατὰ τὴν νύκτα ἐπὶ τῶν τῆς σελήνης ἐκλείψεων. Οὕτω γοῦν ἀναλόγως προλαμβάνει ὁ ἥλιος εἰς ἡμᾶς τῶν μερῶν τῶν ἄνωθεν δυτικωτέρων ἡμῶν· ἡ γὰρ κυρτότης τοῦ σφαιροειδοῦς τῆς γῆς σχήματος ἐπιπροσθεί, καὶ οὐκ ἐξ τοῦ ἡλίου καὶ ἐν τοῖς δυτικοῖς φαίνεται μέρεσιν, ἕως ὅτου ὑψωθῇ, καὶ τότε φαίνεται καὶ ἐν αὐτοῖς· ὥστε εἰ ἦν ἡ γῆ ἐπίπεδος καὶ ἐκταμένη, ἅπασα οὖν ὁμοίως ἐφωτίζετο. Ἔτερον δέ, ὅτι σφαιροειδὴς ἐστὶν ἡ γῆ δῆλον καὶ ἐκ τούτου· ὅτι γὰρ ἐν πελάγει θαλάττης πλέωμεν, καὶ τῇ γῇ προσπλέωμεν, πρῶτον φαίνονται ἡμῖν αἱ τῶν ὀρέων ἀκρώρειαι· εἶτα ὅσον προσεγγίζομεν τῇ γῇ, φαίνεται καὶ τὰ κατώτερα· ὅπερ οὐκ ἂν συνέβαινε γίνεσθαι, εἰ μὴ ὅτι τὸ τοῦ ὕδατος σχῆμα κυρτὸν ἐστὶ τῇ γῇ καὶ αὐτὸ συμσφαιρούμενον. Πάλιν εἰ μὴ ἦν σφαιροειδὲς τὸ σχῆμα τῆς γῆς, πάντες ἂν οἱ ἀστέρες ἐφαίνοντο ἡμῖν· νῦν δὲ ὅτι ἐστὶν ἡ ἡμετέρα οἴκησις πρὸς τὸ βόρειον μέρος, τοὺς μὲν ἀστέρας τοῦ βορείου πόλου δρωμέν, τοὺς δὲ ἐν τῷ νότῳ οὐχὶ δρωμέν. Καὶ γὰρ ἐστὶ μέγιστος ἀστέρ ὁ λεγόμενος κάνωδος· διότι γοῦν ἐστὶν ἐν τῷ νοτίῳ πόλῳ, ἐν μὲν τῇ Αἰγύπτῳ καὶ ταῖς λοιπαῖς νοτιωτέραις πόλεσι φαίνεται, ἐν ἡμῖν δὲ οὐ φαίνεται. Τὸ δ’ αὐτὸ καὶ οἱ λοιποὶ τοῦ νοτίου πόλου ἀστέρες· ἐκείσε μὲν ἐν τοῖς εἰρημένοις φαίνονται τόποις, ἐνταῦθα δὲ οὐ φαίνονται.

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
