# timotheus_defluviis_ggm2 606.6-7

Timotheus, timotheus_defluviis_ggm2, 606.6 to 606.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/606.6
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/606.6

3. Ὅτι ἀφόρροον Ὅμηρος τὸν ὠκεανὸν λέγει διὰ τὰς ἀμπώτους καὶ πλημμυρίδας. Τοιούτων δὲ καὶ τὸ ὁ τρὶς μὲν γὰρ τ' ἀνίσιν ἐπ' ἡματι, τρὶς δ' ἀναρρηθεῖ· καὶ γὰρ, εἰ μὴ τρίς, ἀλλὰ δὶς, ἴσως ἡ ἡ γραφὴ ἠμάρτηται ἢ ἡ ποιητικὴ ὑψηγορία ἢ ἡ ἱστορία παρέπεσε. Τοιούτων δὲ καὶ τὸ ἐξ ἀκαλαρρείταιο· ἡ γὰρ ἀμπωτις πραεῖα καὶ οὐχ ἀθρόα. 4. Ὅτι καὶ τὸ σκοπέλους λέγειν τὸν Ὅμηρον τότε μὲν καλυπτομένους, τότε δὲ γυμνουμένους τὰς ἀμπώτους καὶ πλημμυρίδας αἰνίττεται. 5. Ὅτι τὰ πάθη τοῦ ὠκεανοῦ τὰ περὶ τὰς ἀμπώτους καὶ τὰς πλημμυρίδας ὁμολογεῖ συνεχῆ καὶ μίαν εἶναι τὴν θάλασσαν. Πανταχοῦ γὰρ ἡ αὐτὴ αὔξησις καὶ μείωσις τοῦ ὕδατος ἢ οὐ πολὺ παραλλάττει, ὡς ἂν ἀπὸ μιᾶς αἰτίας γινομένη.

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
