# timotheus_defluviis_ggm2 610.4

Timotheus, timotheus_defluviis_ggm2, 610.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/610.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/610.4

36. « Ὅτι ὁ Πόντος τὸ παλαιὸν λίμνην ἦν, ἀλλὰ τῷ πληθεῖ τῶν τοσούτων ποταμῶν ὑδάτων τῶν εἰς αὐτὸν ἐμβαλλόντων, τάχα δὲ καὶ σεισμῶν ἐξαισίων γενομένων, διερχάγη ἢ κατὰ τὸ Βυζάντιον γῆ, καὶ οὕτως τὸ ὕδωρ ἐκχυθὲν εἰς τὸ Αἰγαῖον καὶ Μυρσίον συνεχὲς τὰς δύο θαλάσσας εἰργάσατο. » Ἐλπίς δὲ καὶ τὸν Πόντον ποτὲ χερσώθηναί· καὶ γάρ τὰ περὶ τὸν Σαλμυδησσὸν καὶ τὰ καλούμενα Στέθη καὶ ἡ περὶ τὸν Ἰστρον Σκυθικὴ ἑρμιά τῇ τεναγίζει. Ἄλλα καὶ τὸ Ἄμμωνος ἐν Λιβύῃ ἱερὸν παραθαλάσσιόν ποτε ἦν· σημεῖον δὲ, ὅτι περὶ τοὺς τρισχιλίους σταδίους ἀπέχοντος ἀπὸ τῆς νῦν θαλάσσης, πᾶσα ἡ ὁδὸς ψαμμάδης τέ ἐστι καὶ μεστὴ κόγχων καὶ χραμυδῶν καὶ καρκίνων καὶ ὀστρέων (ὀστών). Ἄλλα καὶ ἡ Αἴγυπτος ποτε πέλαγος ἦν· καὶ ἡ Σικελία συνεχὴς τῇ Ἰταλίᾳ. Τὸ δὲ περὶ τὴν Ἀμμωνιακὴν πάθος γέγονε, βαγέντος τοῦ κατὰ τὰς Στήλας πορθμοῦ· καὶ διὰ τὸ ταπεινότερον εἶναι τὸ ἔξω Στηλῶν ἕδαφος ἐχυθῆναι μὲν τὸ κατὰ τὴν Λιβύην ὕδωρ καὶ τέναγος γενέσθαι ἐπὶ πολὺ τὸν κατὰ Πηλούσιον ἰσθμὸν, λιμνάσαι δὲ τὸ Ἀτλαντικόν, συνεχὲς γενομένον τῇ ἔσω θαλάσσῃ. »

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
