# timotheus_defluviis_ggm2 618.14-619.4

Timotheus, timotheus_defluviis_ggm2, 618.14 to 619.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/618.14
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/618.14

17. Ὅτι ἡ Νέα Καρχηδὼν τῆς Ἰβηρίας, ἐν τῇ 5. Ὅτι τὰ Γάδειρα ἀπέχει τῆς Βαιτικῆς τοῦ αἰγιαλοῦ στάδια ψʹ. 6. Ὅτι λέγουσιν οἱ περὶ τὴν Βαιτικὴν Ἰβηρες ἀναγύσεις τὰς πληρουμένας τῇ θαλάττῃ ἐν ταῖς πλημμυρίοις κοιλάδας καὶ ποταμῶν δίχην εἰς τὴν μεσόγαιαν ἀνάπλους ἔχούσας. 7. Ὅτι ἀπὸ τοῦ Ἱεροῦ ἀκροῦ ἐπὶ τὸ τοῦ Ἄνα στόμα μιλία εἰσιν ζʹ· ἔντεύθεν δʼ ἐπὶ τὸ τοῦ Βαίτιος στόμα μιλία ρʹ· εἶτα εἰς Γάδειρα μιλία οʹ. 8. Ὅτι περὶ τὴν Βαιτικὴν μεγάλαί πόλεις, Κορδύβη, Γαδίτανα, Ἰσπαλις, Ἰταλίχα, Ἄλιπα, Ἄστιγα, Κάρμων, Ὀβούλχων καὶ Ἄτέγουα καὶ Οὔρσων καὶ Τοῦκκας καὶ Ἰουλία καὶ ἌΓγουα καὶ Μοῦνδα, ἔνθα οἱ Πομπηλίου παῖδες κατεπολεμήθησαν· πᾶσαι δʼ αὗται Κορδύβης οὐκ ἀπωθέν εἰσιν. 9. Ὅτι οἱ Πομπηλίου παῖδες, Γναῖος μὲν ἠττηθεὶς ἐφυγεν εἰς Καρχηδὼν κάκισι διεφθάρη· Σέξτος δέ, ἐκ Κορδύβης σωθεὶς καὶ ὀλίγον ὕστερον Σικελία προσχὼν καὶ ἀποστῶσας αὐτήν, εἶτα καὶ ἐξ αὐτῆς ἐκπεσὼν, πλεύσας εἰς Μίλητον καὶ ἄλους ὑπὸ τῶν Ἀντωνίου στρατηγῶν, αὐτοῦ κάκεινος ἐτελεύτησεν. 10. Ὅτι ὁ Βαίτις ἀναπλέεται ὀλκάσι μεγάλας εἰς τὴν μεσόγαιαν στάδια φʹ, ἕως Ἰσπάλιος. Καὶ εἰσὶ περὶ τὰς ὄχθας αὐτοῦ μέταλλα ἄλλα τε καὶ ἄργυρος πλείστος. 11. Ὅτι ἀπὸ τῶν ἀναγύσεων πᾶσα σχεδὸν ἡ Βαιτικὴ πλοῖζεται. 12. Ὅτι περὶ τὴν Ἰβηρίαν ἕως Σαρδούς οἱ ἐτησίαι εὐροὶ γίνονται ἐν τῇ ἔσω θαλάσσῃ. ἔσω θαλάσσῃ κειμένη, κτίσμα ἐστὶν Ἀσδρούβᾳ, τοῦ [δια]δεξαμένου Βάρχαν, τὸν Ἀννίκα πατέρα. 18. Ὅτι σχεδὸν πᾶσα ἡ Ἰβηρία μέταλλα παντοῖα ἔχει, μάλιστα δὲ χρυσοῦ τε καὶ ἀργύρου. 19. Ὅτι ἀπὸ σταδίων κʹ τῆς Νέας Καρχηδόνος νῆσός ἐστιν, ἡ καλουμένη Σχομβεραρία ἀπὸ τῶν ἀλισκομένων σκόμβρων, ἐξ ὧν τὸ ἀρίστον σκευάζεται γάρου· οὕτω γοῦν εἶπεν ὁ Στράβων τὸ γάρου. 20. Ὅτι κατὰ τὰς ἐκβολὰς τοῦ Ἰβηροῦ ποταμοῦ πρὸς νότον κεῖνται αἱ Βαλιαρίδες νῆσοι ἀξιόλογοι, ἐξ ὧν καὶ τὸ πέλαγος Βαλιαρικόν, ἃς Ἕλληνες Γυμνησίας καλοῦσι. Κάνταδροι δὲ ἐπίσημον ἔθνος Ἰβηρικόν, ἀφʼ οὗ δὲ περιειμένος ὠκεανὸς Καντάβριος καλεῖται.

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
