# timotheus_defluviis_ggm2 619.7

Timotheus, timotheus_defluviis_ggm2, 619.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/619.7
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/619.7

23. Ὅτι οἱ Οὐέττονες Ἰβηρες, ὅτε πρῶτον εἰς τὸ τῶν Ῥωμαίων παρήλθον στρατόπεδον, ἰδόντες τινὰς τῶν ταμιάρχων ἀνακάμπτοντας ἐν ταῖς ὁδοῖς περιπάτου χάριν, μανίαν ὑπέλαβον τὴν ὁδὸν αὐτοῖς εἶναι· ἐπὶ τὰς σκηνὰς ὡς δὲν ἡ μένειν καθʼ ἡσυχίαν ἰδρυθέντας ἡ μάχεσθαι· τοσούτων αὐτοῖς τὸ θρυμεῦδες καὶ ἀνήμερον ἦν. Καὶ αἱ γυναῖκες δʼ αὐτοῖς κόσμου χάριν περιτραχήλια σιδηρᾷ ἔφορον, κόρακας σιδηροῦς (προνευενχότας τοῦ προσώπου πολὺ) ἔχοντα καμπτομένους ὑπὲρ κορυφῆς καὶ προπίπτοντας πρὸ τοῦ μετώπου πολὺ. Κατὰ τούτων δὲ τῶν κοράκων, ὅτε βούλονται, κατέσπων τὸ κάλυμμα, ὥστε ἐμπετασθὲν τῷ προσώπῳ καλύπτειν αὐτό· καὶ τοῦτο κόσμον ἐνόμιζον. Ἄλλας δὲ φασὶ τυμπάνιον περιχεῖσθαι, πρὸς μὲν τῷ ἰνίῳ περιφερέες καὶ σφίγγον τὴν κεφαλήν μέχρι τῶν παρωτίδων, εἰς ὕψος δὲ καὶ πλάτος ἐξυπτιασμένον κατʼ ἀλίγον· ἄλλας δὲ τὰ προκόμια ψιλῶν ἐπὶ τοσούτον, ὥστε ἀποστίλβειν τοῦ μετώπου μᾶλλον· τὰς δὲ ὅσον ποδιαῖον τὸ ὕψος ἐπιθεμένας στυλίσκων περιπλέκειν αὐτῷ τὴν χαίτην, εἶτα καλύπτρα μελαίνῃ περιστέλλειν. Πρὸς δὲ τῇ ἀληθείᾳ τῇ τοιαύτῃ πολλὰ καὶ εὑρίσκεται καὶ μεμαυθῆσθαι περὶ πάντων κοινῇ τῶν Ἰβηρικῶν ἔθνων, διαφερόντως δὲ τῶν προσδόρων, οὐ μόνον τὰ πρὸς ἀνδρείαν, ἀλλὰ καὶ τὰ πρὸς ὠμότητα καὶ θηριωδίαν. Καὶ γὰρ τέκνα μητέρες ἔκτειναν, πρὶν ἀλῶναι κατὰ τὸν πόλεμον· καὶ παίδιον δέ, τῶν γονέων καὶ ἀδελφῶν

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
