# timotheus_defluviis_ggm2 620.3

Timotheus, timotheus_defluviis_ggm2, 620.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/620.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/620.3

25. Ὅτι Πολύβιος κρήνην εἶναι φησιν ἐν Γαδείροις ὕδατος ποτίμου, ἥτις ἀντιπαλεῖ τῇ θαλάσσῃ· πλημμυρούσης μὲν, λειψυδρεῖ, ὑποφευγούσης δὲ, πλημμυρεῖ. Αἰτᾶται δʼ, ὅτι τὸ πνεῦμα τὸ ἐκ τοῦ βάθους εἰς τὴν ἐπιφάνειαν τῆς γῆς ἐκπίπτει, καλυφθεῖσα μὲν αὕτη ὑπὸ τοῦ κύματος κατὰ τὰς πλημμύρας, εἴργεται τῶν οἰκείων τοιούτων ἐξόδων· ἀναστρέψαν δʼ εἰς τὸ ἔντος, ἐμπράττει τοὺς τῆς πηγῆς πόρους καὶ ποιεῖ λειψυδρίαν· γυμνοθεῖσης δὲ πάλιν, εὐθυπορήσας ἐλευθεροῖ τὰς φλέβας τῆς γῆς, ὥστε ἀναβλύειν εὐπρόως. Ὁ δὲ Στράβων οὐδὲ ταύτην μὲν τὴν αἰτίαν ἀποδοκιμάζει· λέγει δὲ κακείνους ἑτέρων· ὅτι εἴκως τῶν ἐκβιδίων τινὰς τῶν πηγαίων, νοτισθεῖσας διὰ τῆς πλήμης ἐξωθεν, γαυνοῦσθαι καὶ παρέχεσθαι εἰς τὰ πλάγια μᾶλλον διδόναι τοῖς ὕδασιν, ἢ ἀναβλύειν κατὰ τὸ ἀρχαῖον ρεῖθρον εἰς τὴν κρήνην· εἰ δʼ, ὥσπερ Ἀθηνόδωρος φησιν, εἰσπνοὴ τε καὶ ἐκπνοὴ τὸ συμβαῖνον περὶ τὰς πλημμυρίδας καὶ τὰς ἀμπώτεες δοῖκαν, εἶναι ἂν τινὰ τῶν μεσόντων ὕδάτων, ὃ κατʼ ἄλλους μὲν πόρους ἔχει τὴν ἔκρυσιν κατὰ φύσιν εἰς τὴν ἐπιφάνειαν (ὧν δὲ τὰ στόματα πηγὰς καὶ κρήνας καλοῦμεν), κατʼ ἄλλους δὲ πόρους συνέλκεται πρὸς τὸ τῆς θαλάττης βάθος. Καὶ συνεξαίροντα μὲν ἐκείνην, ὥστε πλημμυρεῖν, ὅταν οὖν ἡ ἐκπνοὴ γίγνεται, τὸ οἰκεῖον ἀπολείπει ρεῖθρον· πάλιν δʼ ἀναχωρεῖ πρὸς τὸ οἰκεῖον ρεῖθρον, ὅταν κακείνη λάβῃ τὴν ἀναχώρησιν.

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
