# timotheus_defluviis_ggm2 625.2-8

Timotheus, timotheus_defluviis_ggm2, 625.2 to 625.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/625.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/625.2

24. Ὅτι ἐκ τῶν Ἁλπεων ρεῖ δ τε Ῥῆνος καὶ ὁ Ἰστρος καὶ ὁ Πάδος καὶ ὁ Ῥοδανός. 25. Ὅτι ὁ Πάδος ποταμὸς ἀπάντων ἐστὶ μειζῶν τῶν ἐν Εὐρώπῃ ποταμῶν πρὸς ταῖς ἐκβολαῖς αὐτοῦ πλὴν μόνου τοῦ Ἰστρου. 26. Ὅτι περὶ τὰς Ἄλπεις καὶ τὰ δυσμιχὰ τῆς Ἰταλίας ἡ ὁδὸς χαλεπωτάτη ἐστὶ καὶ χρημνώδης, ὡς καὶ τοῖς μικρὸν ἀλισθήσασιν κίνδυνον εἶναι εἰς φάραγγας ἀβύσσους κατενεχθῆναι· ἄς δ' Αὐγουστος δαπάναις πολλαῖς ἀνέκτησε καὶ κατὰ τὸ δυνατόν ἐπλάτυνεν. Ἔχει δὲ τι παράδοξον καὶ ἕτερον ἡ χώρα· χρυστάλλου γὰρ πλάκες μέγισται ἐκ τῶν ἀκρωρείων ἀπορρηγνύμεναι διέρθειρον τοὺς ὁδῖτας. 27. Ὅτι ἐστὶ λέξις οἱ δημοσῶναι, ὡσπερ οἱ σιτῶναι καὶ βοῦναι καὶ ὀψῶναι. 28. Ὅτι Στράβων ὁ γεωγράφος ἐπὶ Νέρωνος ἤχμαζε, τοῦ Ῥωμαίων αὐτοκράτορος. 29. Ὅτι αἱ Ἄλπεις ἰδιόμορφόν τι ζῶον γεννῶσιν, ἑλαφοειδὲς τὸ σχῆμα πλὴν αὐχένος καὶ τριγώματος· ταῦτα δ' ὁμοῦναι κάπρω, ὑπὸ δὲ τῷ γενειφῷ πυρήνα ἴσχειν ἴσον σπιθαμσίον, ἀκράκμον, πωλικῆς χέρας τὸ πάχος. 30. Ὅτι φησὶ Πολύβιος κατ' Ἀκυλην εὑρεθῆναι χρυσεία μέταλλα οὕτως εὐφυῆ, ὥστε ἐπὶ δύο πόδας ἀποσύραντι τὴν ἐπιπολὴς γῆν εὐθὺς ὀρυκτὸν εὑρίσκεσθαι χρυσόν· τὸ δ' ὀρυγμα μὴ πλειόνων ὑπάρχειν ἢ πεντεκαίδεκα ποδῶν. Εἶναι δὲ τοῦ χρυσοῦ τὸν μὲν αὐτόθεν καθαρόν, κυάμου μέγεθος ἢ θέρμου, τοῦ ὀγδόου μέρους μόνον ἀφειληθέντος· τὸν δὲ δεῖσθαι μὲν χωνείας πλείονος, σφόδρα δὲ λυσιτελοῦς.

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
