# timotheus_defluviis_ggm2 626.3-8

Timotheus, timotheus_defluviis_ggm2, 626.3 to 626.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/626.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/626.3

4. Ὅτι ὁ περὶ τὴν Ῥάβενναν ἀὴρ καθαρώτατός ἐστι καὶ ὑγιεινότατος. Τοῦτου δ᾽ αἴτιον ἡ πλημμυρὶς τε τῆς θαλάσσης καὶ ἡ τοῦ Πάδου πληρώσις, πᾶν τὸ βόρδιορῶδες ἀποκαθαίρουσα. Τὰ αὐτὰ δὲ γίνονται καὶ περὶ Ἀλεξάνδρειαν· ἡ γὰρ τοῦ Νείλου ἀνάβασις τὴν τῆς λίμνης ἀφανίζει δυσωδίαν τὴν ἐκ τοῦ τέλματος. 5. Ὅτι ἐν Ῥαβέννῃ τὰ ἔλη ποιοῦσι τὰς ἀμπελούς καρπωστάτας καὶ ταχυφόρους· ἀλλ᾽ ἐν πέντε ἔτεσι γηράσκουσι φθείρονται. 6. Ὅτι Ἀδρία πόλις ἐστὶ περὶ τὰ μυχὰ τοῦ Ἀδρίου, ἀφ᾽ ἧς ἡ ταύτη θάλασσα καλεῖται Ἀδρίας· ἥν δὲ τὸ πάλαι ἐπιφανεστάτην. 7. Ὅτι μετὰ τὸ Τίμανον, μυχάτατον ἂν τοῦ Ἀδρίου, ἡ τῶν Ἰστρῶν ἐστὶ παραλία μέχρι Πόλας, ἧς καὶ Καλλίμαχος μέμνηται λέγων· « ἀτὰρ κείνων γλῶσσ᾽ ὁνόμηνε Πόλας. » Κτίσμα δὲ ἐστὶ Κόλχων· καὶ αἱ Ἀφυρτίδες νῆσοι ἐπικέινται τῇ Πόλῃ. 8. Ὅτι ἡ Λιγουστικὴ ἐν αὐτοῖς τοῖς Ἀπεννίνοις ὄρεσιν ἵδρυται μεταξὺ Τυρρηνίας τε καὶ Κελτικῆς· τραχεῖα δ᾽ ἐστὶ καὶ πετρώδης. 9. Ὅτι ἡ Τυρρηνία χώρα, μοῖρα οὖσα τῆς Ἰταλίας, ἄρχεται ἀπὸ τῶν τῆς Λιγουστικῆς ὁρίων ἕως ποταμοῦ τοῦ Τιβέριδος· παραθαλάσσιον δ᾽ ὄντες οὗτοι καὶ τὰ πεδία οἰκοῦντες τὰ τῶν Ἀπεννίνων ἀπολήγουσι· ἐξ ἧς καὶ ἡ παρακειμένη θάλασσα Τυρρηνικὴ καλεῖται.

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
