# timotheus_defluviis_ggm2 632.6-633.8

Timotheus, timotheus_defluviis_ggm2, 632.6 to 633.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/632.6
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/632.6

48. Ὅτι μετὰ τὴν Καμπανίαν ἡ Πικεντίνη ἐστὶ | παραλία. Ἄποικοι δ' οὗτοι γεγόνασιν ἀπὸ τῶν ἐν τῇ | Ἀδρίᾳ Πικένων, ὑπὸ Ῥωμαίων ἐξαναστάντες εἰς τὸν | Ποσειδωνιάτην τοῦτον κόλπον, ὃς νῦν Παιστανὸς κα- | λεῖται, καὶ ἡ πόλις ἡ Ποσειδωνία Παιστὼς, ἐν μέσῳ | κειμένη τῷ κόλπῳ. Ἐπίσσος δ' ἐστὶν ἡ πόλις διὰ | τὰ περιείμενα ἔλη τοῦ ποταμοῦ. 49. Ὅτι περὶ Πικεντίνους καὶ Λευκανούς ὕδωρ ἐστὶ | πότιμον, ἐν ᾧ, φυτοῦ τινος ἐμδηθέντος, εὐθὺς λιθοῦ- | ται τὸ φυτόν, φυλάττον τὴν χρόαν καὶ τὸ σχῆμα ὅπερ | καὶ εἶχεν. ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ ζ'. 1. "Ὅτι πρὸ τοῦ Ποσειδωνιάτου κόλπου Λευκωσία νῆσός ἐστιν, ἐπώνυμος μίᾶς τῶν Σειρήνων, ὅτε ἑαυτὰς κατεπόντωσαν διὰ τὸν Ὀδυσσέα. 2. "Ὅτι μετὰ τὸν Ποσειδωνιάτην κόλπον πρὸς νότον ἕτερός ἐστι κόλπος, ἔνθα πόλις Φωκαέων κτίσμα Ἔλη (οἱ δὲ νῦν Ἑλέαν αὐτὴν καλοῦσι), πατρίς οὖσα Παρμενίδου καὶ Ζήνωνος, τῶν Πυθαγορείων. Εὐνομαῖτο δ' ἡ πόλις, καὶ διὰ τὴν τῆς χώρας λυπρότητα ἑθαλττοῦργον καὶ ταρίχη κατεσκεύαζον καὶ τὰ τοιαῦτα. 3. "Ὅτι ὁ πάσης Λευκανίας παράπλους στάδια χν'. Καὶ πρὸς τῷ πέρατι τῆς Λευκανίας ἱρῶν τοῦ Δράχοντος, ἕνος τῶν Ὀδυσσέως ἑταίρων· ἐφ' οὗ καὶ ὁ χρησμὸς ἐγένετο· « Δαΐον ἀμφὶ Δράκοντα πολὺν ποτε λαὸν ὀλεῖσθαι. » 'Ἐπὶ γὰρ ταύτην λαοὶ στρατεύσαντες οἱ κατὰ τὴν Ἰταλίαν Ἕλληνες ὑπὸ Λευκανῶν ἠτύχησαν, ξεπατηθέντες τῷ χρησμῷ. 4. "Ὅτι Πετίλια, ἡ τῶν Λευκανῶν μητρόπολις, Φιλοκτήτου ἐστὶ κτίσμα, κατὰ στάδιον ἑκπεσόντος τῆς Μελιβόιας· αὐτὴ τε καὶ ἡ Κρίμισσα περὶ τοὺς αὐτοὺς τόπους. 5. "Ὅτι ἀπὸ Λευκοπέτρας τῆς ἐν τῷ πορθμῷ ὡς ἐπὶ βορρᾶν ἡ παραλία περὶ μίλια σ' ὑπὸ Βρεττίων οἰκεῖται· ἥτις πρότερον μὲν Οἰωτρία ἐκαλεῖτο, ὑστερον δὲ Ἰταλία ἰδίως. "Ὅριον δ' αὐτῆς πρὸς μὲν τῷ Τυρρηνικῷ πελάγει ὁ Λάος ποταμός, πρὸς δὲ τῷ Σικελικῷ τὸ Μεταπόντιον. 6. "Ὅτι ὁ μὲν Ἱππωνιάτης κόλπος ἐν τῷ Τυρρηνικῷ πελάγει, ὁ δὲ Σκυλλητικὸς κόλπος ἐν τῷ Σικελικῷ, ἀπολαμβάνουσιν ἰσθμὸν μεταξὺ ἑαυτῶν σταδίων ἑκατὸν ἑξήκοντα. Ὁ δὲ περίπλους τῆς χερρονήσου στάδιοι β.

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
