# timotheus_defluviis_ggm2 649.1-6

Timotheus, timotheus_defluviis_ggm2, 649.1 to 649.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/649.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/649.1

τὰ ὄρη τὰ Καροῦγχα ἐπ' εὐθείας. Τὰ δὲ Βέβια ἐπὶ ἀνατολικώτερα τῶν Ἄλβιων· ὡς εἶναι κατὰ τὸ ε' κλῖμα. σχεδὸν ἐπ' εὐθείας τὰ ὄρη ταῦτα, Ὄχραν, Καροῦγχα, Ἄλβια, Βέβια· εἶτα τὰ τῆς ἄνω Μυσίας ὄρη· εἶτα δ' Αἴμος ὁ Θράκιος ἕως τοῦ Εὐξείνου πόντου. Αὕτη οὖν ἡ κατὰ τὰ προκείμενα ὄρη εὐθεῖα παραλληλός ἐστι τῇ Ἰστρῷ σχεδόν. 32. Ὅτι ἀρχὴ τῆς Ἰλλυρικῆς παραλίας ἐστὶν ἡ Ἰστρία, συνεχὴς οὖσα τοῖς τε Κάρνοις καὶ τῇ Ἰταλίᾳ. Καὶ εἰσὶν ο' σταδίοι ἀπὸ τοῦ μυχοῦ τοῦ Ἀδρίου ἕως τῆς Πόλας· τοσοῦτοι δὲ ἀπὸ τοῦ αὐτοῦ ἕως Ἀγχώνος, πόλεως Ἰταλικῆς. Ὁ δὲ πᾶς τῆς Ἰστρίας παράπλους ἕως τῶν Ἄλβιων ὄρων σταδίοι ατ'. Ἐξῆς δὲ ἐστὶν ὁ Ἰαποδικὸς παράπλους σταδίων μα. 33. Ὅτι οἱ Ἰαπόδες ἵδρυνται ἐπὶ τῷ Ἄλβίῳ ὄρει, τελευτῶν δντι τῶν Ἄλπεων καὶ ὑψηλῶ σφόδρα, τῇ μὲν ἐπὶ τοὺς Παννονίους καὶ τὸν Ἰστρὸν καθήκοντι, τῇ δὲ ἐπὶ τὸν Ἄδριαν. Κατῴκιστοι δὲ εἰσὶν ὁμοίως τοῖς ἄλλοις Ἰλλυρίοις τε καὶ Θράξι. 34. Ὅτι μετὰ τὸν τῶν Ἰαπῶν παράπλουν ὁ Λι-δурνικός· ἐστὶ σταδίων μα', νήσων ἀριθμὸν ἔχων πρὸ αὐτοῦ περὶ μ'. Τῶν δὲ Ἰαπῶν νῆσος πρόκειται Κυ-ρικτική, τῶν δὲ Ἰστρίων αἱ Ἀβυρτίδες νῆσοι, ἔνθα φασὶ τὴν Μήδειαν τὸν ἀδελφὸν Ἀβύρτον ἀνελθεῖν. Καὶ ἡ Τραγοῦριον δὲ καὶ ἡ Φάρος πρὸ τῆς Λιδυρίας εἰσί, νῆσοι ἐπίσημοι, καὶ ἡ Ἰσσα νῆσος. 35. Ὅτι ἴδιον τῶν Δαλματῶν τὸ διὰ ὀκταετηρίδος ἀναδασμὸν ποιεῖσθαι τῆς χώρας· τὸ δὲ μὴ χρῆσθαι νομίμασι πρὸς μὲν τοὺς ἐν τῇ παραλίᾳ ταύτῃ ἴδιον, πρὸς ἄλλους δὲ τῶν βαρβάρων πολλοὺς κοινόν. 36. Ὅτι ὄρος ἐστὶν Ἄδριον, μέσον τείνον τὴν Δαλ-ματικήν, τὴν μὲν ἐπιθαλάττιον, τὴν δὲ ἐπὶ θάτερα. Εἶτα ὁ Νάρων ποταμὸς καὶ πρὸ αὐτοῦ ἡ Μέλανα νῆσος, ἥτις καὶ Κέρκυρα καλεῖται, Κνιδίων κτίσμα.

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
