# timotheus_defluviis_ggm2 654.3

Timotheus, timotheus_defluviis_ggm2, 654.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/654.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/654.3

63. Ὅτι ἡ Μακεδονία περιορίζεται ἐκ μὲν δυσμῶν τῇ παραλίᾳ τοῦ Ἁδρίου, ἐξ ἀνατολῶν δὲ τῇ παραλλήλῳ τούτῃ μεσημβρινῇ γραμμῇ τῇ διὰ τῶν ἐκβολῶν Ἕβρου ποταμοῦ καὶ Κυψέλου πόλεως, ἐκ βορρᾶ δὲ τῇ νοουμένῃ εὐθείᾳ γραμμῇ τῇ διὰ Βερτισίου ὄρους καὶ Σκαρδοῦ καὶ Ὀρβήλου καὶ Ῥοδόπης καὶ Ἁίμου (τὰ γὰρ ὄρη ταῦτα, ἀρχόμενα ἀπὸ τοῦ Ἁδρίου, διέχει κατὰ εὐθεῖαν γραμμὴν ἕως τοῦ Εὐξεινοῦ, ποιοῦντα γερόνησον μεγάλην πρὸς νότον, τὴν τε Θράκην ὁμοῦ καὶ Μακεδονίαν καὶ Ἤπειρον καὶ Ἀχαίαν)· ἐκ νότου δὲ τῇ Ἐγνατίᾳ ὁδῷ, ἀπὸ Δυρραχίου πόλεως πρὸς ἀνατολὰς ἰούσῃ ἕως Θεσσαλονικέως· καὶ ἐστὶ τὸ σχῆμα τοῦτο τῆς Μακεδονίας παραλληλόγραμμον ἔγ-γυτα.

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
