# timotheus_defluviis_ggm2 660.2

Timotheus, timotheus_defluviis_ggm2, 660.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/660.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/660.2

19. Ὅτι δὲ ἐν Ὀλυμπίᾳ Ζεὺς μέγιστος ἐλεφαντίνος, ἔργον Φειδίου τοῦ Χαρμίδου Ἀθηναίου θαυμασιώτατον ἐποίησε δ’ αὐτὸν δὲ Φειδίας, ὡς ἔλεγε, πρὸς τὸ παρ’ Ὁμήρῳ παράδειγμα, τὸ « Ἦ, καὶ κυανέῃσιν ἐπ’ ὀφρύσι νεῦσε Κρονίων, Ἀμβροσίαι δ’ ἤρα χαίται ἐπερρώσαντο ἀνακτος Κρατὸς ἐπ’ ἀθανάτοιο· μέγαν δ’ ἐλέλιξεν Ὀλυμπον· » ἐνδείκνυται γὰρ διὰ τούτων τὴν τῆς δυνάμεως ὑπεροχὴν, συμπαθουσῶν καὶ τῶν τριγών. Ἐπὶ δὲ τῆς Ἥρας διὰ τὴν ὑψῆσιν, φησί, τῆς δυνάμεως λέγει Ὀμηρος· « Σείσατο δ’ εἰνὶ ὀφρύσι, ἐλέλιξε δὲ μακρὸν Ὀλυμπον· » πολὺ γὰρ ὑπερβάλλει τὸ νεύματι μόνῳ σείειν καὶ τὸ δῆπν αὐτὴν σείεσθαι ἐν τῷ θρόνῳ καὶ ποιεῖν τὸ αὐτό.

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
