# timotheus_defluviis_ggm2 666.4

Timotheus, timotheus_defluviis_ggm2, 666.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/666.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/666.4

10 Ὅτι πρὸς ἀνατολὰς τοῦ Ἀμπραχικοῦ κόλπου Ἀκαρνᾶνες οἰκοῦσι καὶ ἐφεξὴς ὁ Ἀχελώος ἐστι ποταμός, εἶτα Αἰτωλοὶ ἀνατολικώτεροι, καὶ μετ' αὐτοὺς Ὀζόλαι Λοκροὶ καὶ ὁ Παρνασσὸς τὸ ὄρος, εἶτα Ἠλικὼν τὸ ὄρος, εἶτα Κιθαιρὼν κατὰ τὸν Κορινθίων ἰσθμὸν, εἶτα Ὕμνητος, πρὸς τὰς ἀνατολὰς ἐφεξὴς κείμενα τὰ ὄρη. Καὶ ὑπέρκειται ἐν τῇ μεσογαίᾳ πρὸς βορρᾶν τῶν μὲν Ἀκαρνάνων Ἀμφίλοχοι, εἶτα Δολοπες καὶ ἡ Πίνδος τὸ ὄρος, ἀφ' οὗ ὁ Ἀχελῶος ῥεῖ πρὸς τὰς Ἐχινάδας· τῶν δ' Αἰτωλῶν Περραιβοὶ πρὸς βορρᾶν εἰσι καὶ Ἀθαμᾶνες καὶ Αἰνιῶνες τι μέρος τῶν τὴν Οἴτην ἔχοντων. Τὸ δὲ νότιον πλευρὸν Ἀκαρνάνων τε καὶ Αἰτωλῶν ἡ θαλασσά ἐστιν ἡ κατὰ τὸν Κρισαίων κόλπον. Ἄρχεται δ' ὁ κόλπος οὗτος ἀπὸ τοῦ στόματος τοῦ Ἀχελώου ποταμοῦ.

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
