# timotheus_defluviis_ggm2 674.4

Timotheus, timotheus_defluviis_ggm2, 674.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/674.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/674.4

34. Ὅτι ἐν Μεσοποταμίᾳ ὄρος ἔστιν ὁ Ταῦρος, συνεχὴς ὧν τῷ Καππαδοκικῷ Ταύρῳ, ὁ διορίζει Ἀρμενίαν καὶ Μεσοποταμίαν· εἶτα πρὸς ἀνατολὰς τὰ τε Γορδυαία ὄρη καὶ ὁ Νιφάτης, ἐξ ὧν ὁ Τίγρις ῥεῖ, καὶ τὸ Μάσιον ὄρος τὸ ὑπερκείμενον τῆς Νισίβιδος πόλεως· εἶτα ἐφεξὴς πρὸς ἀνατολὰς τὰ Χοάθρα ὄρη, εἶτα ὁ Ζάγρος, εἶτα ὁ Ὀρόντης, εἶτα ὁ Κορωνὸς ὁ διορίζων ἀπὸ Παρθίας τὴν Ὑρκανίαν· εἶτα τὰ Σάριφα ὄρη τῆς Μαργυανῆς, ἐξ ὧν ὁ Ὄξος ποταμὸς ῥεῖ, εἶτα τὰ ἰδίως Καυχάσια ὄρη τὰ διεργόμενα Παροπανισάδας μὲν πρὸς δύσιν, Ἰνδοὺς δὲ πρὸς ἀνατολὰς, εἶτα τὸ Ἴμαον τὸ διορίζον Σογδιανοὺς καὶ Ἰνδούς. Ταῦτα δὲ τὰ ὄρη πάντα ὡς ἐν λογισμῷ τὸ Ταύρος ἐστι τὸ ὄρος ὁ διαιρῶν πᾶσαν τὴν Ἀσίαν δίχα, ἀπὸ Μυκάλης τῆς Ἰωνικῆς ἀρξάμενος ἕως Ἰνδῶν ἐσχάτων.

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
