# timotheus_defluviis_ggm2 677.2-678.12

Timotheus, timotheus_defluviis_ggm2, 677.2 to 678.12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/677.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/677.2

6. “Ὅτι τὸ ἐν Καππαδοκίᾳ ὄρος, τὸ Ἀργαῖον, ὑψηλότατον ἐστὶ πάντων τῶν ἐκεῖνι ὄρων, ὡς μηδέποτε λείπεσθαι χιόνος τὰ ἄκρα αὐτοῦ· οἱ δὲ ἀναβάντες εἰς αὐτὰ ὁρῶσι τὰ δύο πελάγη, τὸ τε Ποντικὸν καὶ τὸ Ἰσσιόν. 7. “Ὅτι, τῆς ἀπάσης σχεδὸν Καππαδοκίας οὖσης ὀλιγοξύλου, μόνος ὁ Ἀργαῖος τὸ ὄρος ἐστὶ πολυξύλον· ὅμως δ’ ἔχει κατὰ γῆς συχνὰ πυρὰ, ἃ τῇ νυκτὶ διαφαίνεται, καὶ πάλιν ἐγγύθεν ψυχρὰ ὕδατα ἀφανῆ ὑπόγεια. Οἱ γοῦν ἐμπειροὶ τοῦ τόπου φυλαττόμενοι ἐγελῶνται· οἱ δ’ ἀπειροὶ καὶ τὰ κτήνη κινδυνεύουσι πολλάκις εἰς λάκκους πυρὸς ἐμπίπτοντες. 8. “Ὅτι τὰ Μάζακα τῆς Καππαδοκίας ἀπέχει τῆς μὲν Ποντικῆς θαλάσσης σταδίους ω’, τοῦ δὲ Εὐφράτου ἀφ’, τῶν δὲ Κιλικίων πυλῶν ὀδὸν ἡμερῶν ζ’, τῶν δὲ Κυβίστρων τ’· νῦν δὲ καλεῖται Καισάρεια. 9. “Ὅτι τὸ τῆς Καππαδοκίας μέγεθος, τὸ μὲν πλάτος ἀπὸ τοῦ Πόντου πρὸς τὸν Ταύρον στάδιοι αω’, μήκος δὲ ἀπὸ τῆς Λυκαονίας καὶ Φρυγίας μέχρι Εὐφράτου πρὸς τὴν ἑω καὶ τὴν Ἀρμενίαν γ. 10. “Ὅτι ἐν Καππαδοχίᾳ γίνεται ἀρίστη μέλιττα, ἡ Σινωπικὴ καλουμένη, διὰ τὸ κατέχειν τοὺς ἐμπόρους ταύτην εἰς Σινώπην ἐναλλίως δ’ ἐστὶν αὕτη καὶ ἡ Ἰδρυκὴ. Ἔχει δὲ καὶ μέταλλα, πλῆθας τε ὀνυχίτου λίθου καὶ χρυστάλλου πλησίον Γαλατῶν.” 19. “Ὅτι οὗς καλεῖ Ὅμηρος ἑρυθροὺς Ἐρυθίους, δύο εἰσι σκόπελοι ἐρυθρὸ τὸ χρῶμα· νῦν δὲ Ἐρυθρίνοι καλοῦνται.” 20. “Ὅτι ἡ Ἀρμένη ἄκρον καὶ λιμὴν πλησίον Σινώπης τετειχισμένον, ἔρημον, περὶ ὃ παροιμία ἐλέχθη· « ὃς ἔργον οὐκ εἶχ’, Ἀρμένην ἐτείχισε »· καὶ ἐστὶ τὸ μέτρον ἰαμβικόν.” 21. “Ὅτι ἡ Σινώπη πόλις Μιλησίων ἐστὶν ἀποικία καὶ πολλὰ ἔσχυσεν πρὶν καὶ ἔσχεν ὑπηκόους χώρας· ὕστερον δ’ ἐκυριεύθη ὑπὸ Ἀρμενίων ἕως Μιθριδάτου τοῦ Εὐπάτορος, ὃς καὶ ἐτέχθη καὶ ἐτάφη ἐν Σινώπῃ.”

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
