# timotheus_defluviis_ggm2 694.5-695.6

Timotheus, timotheus_defluviis_ggm2, 694.5 to 695.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/694.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/694.5

19 “Ὅτι Πρωτογέννης ἐγραφεῖν ἐν ‘Ρόδῳ πέρδικα, ὃς τοσοῦτον ἦν εὐδόκιμος, ὥστε οἱ τιθαασοὶ πέρδικες ἐρχόμενοι ἐφθέγγοντο καὶ ὠχλαγώγων, οἱ δὲ ἀνθρώποι ἐνεχύησαν. 20 “Ὅτι ἐν ‘Ρόδῳ τοσοῦτον ἦν τὸ δημοχθικὸν καὶ προνοητικόν, ὥστε νόμον ἔθετο, ἵνα οἱ πλούσιοι καθ’ ἑκάστην τρέφωσι τοὺς πένητας, τῶν ἀναγκαίων τι ἐργάζεσθαι ἀναγκαζομένους. 21 “Ὅτι ἐν ‘Ρόδῳ ἦσάν τινες τῶν ναυστάθμων κρυπτὰ καὶ ἀπόρρητα, ἃ ὁ τολμήσας ἰδεῖν θανάτῳ ἐζημιοῦτο. 22 “Ὅτι, ὥσπερ ἐν Κυζίκῳ καὶ ἐν Μασσαλίᾳ, οὕτως καὶ ἐν ‘Ρόδῳ ἐσπούδαστο κοινὴ ἡ ὀργανοποιία καὶ ἡ μηχανοποιία. 23 “Ὅτι ‘Ρόδιοι καὶ Ἀλικαρνασσεῖς καὶ Κνίδιοι καὶ Κάριοι Δωριεῖς εἰσιν. 26. “Ὅτι τῆς Ῥόδου ἡ περίμετρος σταδίων ἐστὶν ὀκ’.” 35. “Ὅτι ἡ κρόκος θηλυκὸς λέγεται. 36. “Ὅτι ἀπὸ Σόλων τῆς Κιλίκιας ἦν Χρύσιππος τε ὁ Στωικὸς καὶ Ἄρατος. 37. “Ὅτι τὸ παλαιὸν ἡ Ταρσὸς ἐσπούδαζε τοσοῦτον περὶ φιλοσοφίαν καὶ τὴν ἄλλην παιδείαν, ὥστε καὶ Ἀθήνας καὶ Ἀλεξάνδρειαν ὑπερέβαλετο σχεδὸν· οἱ δὲ μαθηδόντες ἦσαν Ταρσεῖς. 38. “Ὅτι αἱ ἔργα νέων, βουλαὶ δὲ μέσων, πορδαὶ δὲ γερόντων.” 39. “Ὅτι ὁ μὲν τῶν Πελοπονδῶν πλοῦτος ἀπὸ τῶν 27. “Ὅτι Ἀτάβυρις ὄρος ὑψηλότατον τῶν ἐν Ῥόδῳ, ἱερὸν Διὶς Ἀταβυρίου. 28. “Ὅτι ὁ Ποσειδώνιος ἐπολιτεύσατο μὲν ἐν Ῥόδῳ καὶ ἐσοφίστευεν· ἦν δὲ Ἀπαμεὺς ἐκ τῆς Συρίας. 29. “Ὅτι Διονύσιος ὁ Θρᾷξ καὶ Ἀπολλώνιος οἱ τοῦς Ἀργοναύτας ποιήσαντες Ἀλεξανδρεῖς μὲν ἦσαν, ἐκαλοῦντο δὲ Ῥόδιοι. 30. “Ὅτι Εὐδόκος ὁ μαθηματικός Κνίδιος ἦν, Πλάτωνος μαθητής. 31. “Ὅτι ἡ Ἀλικαρνασσὸς πόλις τὸ βασιλεῖον ἦν τῶν τῆς Καρίας δυναστῶν, καλουμένη πρὶν Ζεφύρα· ἐνταῦθά ἐστιν τοῦ Μαυσώλου τάφος, ἐν τῶν ζ’ θαυμάτων, ὅπερ Ἄρτεμισία τῷ ἀνδρὶ κατασκευάσεν. Ἡρόδοτος δὲ ἐντεῦθεν ἦν, ὃν ὕστερον ἐκάλεσαν Θούμιον διὰ τὸ κοινωνῆσαι τῆς εἰς Θουρίους ἀποικίας.

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
